Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενὸν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· ʽοὐδεμίαν[*](οὐδεμίαν] οὐδὲν mei) γὰρ ὁ Δημοσθένης ἀπόλογίαν περὶ τούτου δέδωκε· σὺ δʼ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.
πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων
δῆλόν ἐστιν, ὅτι[*](ὅτι] οὐ mei) τὴν ἀριστερὰν[*](ἀριστερὰν] om. mei) πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως[*](μεταδήσεως mei), ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον[*](δεύτερον δέ?), εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι[*](ἀναγελάσαι Duebnerus: ἀναγελῶσαι) λέγουσαν
- ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς[*](Hom. E 335)
- ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί,
οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς[*](em. S: καταρέξῃς), μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο[*](τοῦτον mei) ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.
ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα[*](ἀποσιωπῶν mei) καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν
οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο·[*](Hom. λ 543)τὰ λοιπὰ μεῖζον[*](μεῖζον X: μεῖζον ἢ) φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν,
ἔτι δʼ ἀνώμαλος ὢν[*](ἀνώμαλος ὢν Doehnerus: ὁμολογῶν) ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν[*](λαλοῦσαι mei) ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Rep. p. 620b) φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος
καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν[*](μέλλομεν] add. vid. εἶπεν) ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι[*](εἴ τι] ἔτι mei) κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ[*](δὲ *) τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα,[*](cf. Hom. λ 550) τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.
- ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας
[*](cf. Kock. 3 p. 64)- ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.
θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ[*](τῷ νῷ] τῷ ῥῷ Madvigius). τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν[*](ἅρμα καλεῖν πτηνόν] vid. Plat. Phaedr. p. 246e) διὰ τὴν[*](διὰ τὴν W: τὴν) ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ[*](δὲ] τε?) τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου[*](Ἀρμενίου Plato (rep. p. 614b) sed praestat Ἀρμονίου) πατρὸς Ἦρα[*](Ἠρα idem: ἥρα) δʼ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθʼ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται[*](συμφέρουσαι mei) πανταχόθεν
εἰς τὸν ἀέρα· κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν[*](Turnebus: εἰκοστοῦ) εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλʼ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον[*](κλῆρον W: κνερὸν) ὡς εἰκῆ καὶ κατὰ τύχην[*](καταψυχὴν vel κατὰ ψυχὴν mei) γιγνόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος; ἢ μάλιστα συνιδών, ὅπη τὸ καθʼ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφʼ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν[*](ἐν Madvigius) τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἵρεσιν τῶν βίων[*](τῶν βίων W: τῷ βίῳ) τῷ ἐφʼ ἡμῖν ἀποδιδούς· ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία· τὸ δʼ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν[*](M: προκαταλαμβάνουσιν). ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν· ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδʼ αὐτομάτως ἀλλʼ ἔκ τινος εἱμαρμένης καὶ προνοίας.ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶν[*](ἔφη ψυχῶν idem)ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν,
ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν[*](ἐν Leonicus) Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ[*](αὐτὸ] corruptum; αὖ (aut αὖθις) ταὐτὸ?) συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.
- ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια
- οἴῳ πεπνῦσθαι