Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενὸν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· ʽοὐδεμίαν[*](οὐδεμίαν] οὐδὲν mei) γὰρ ὁ Δημοσθένης ἀπόλογίαν περὶ τούτου δέδωκε· σὺ δʼ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.

πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων

  1. ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς[*](Hom. E 335)
  2. ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί,
δῆλόν ἐστιν, ὅτι[*](ὅτι] οὐ mei) τὴν ἀριστερὰν[*](ἀριστερὰν] om. mei) πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως[*](μεταδήσεως mei), ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον[*](δεύτερον δέ?), εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι[*](ἀναγελάσαι Duebnerus: ἀναγελῶσαι) λέγουσαν
  1. ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων[*](ἀχαιάδων vel ἀχαϊδων mei) ἀνιεῖσα[*](Hom. E 422)
  2. Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε.
  3. τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων[*](βαθυκόλπων] εὐέπλων Homerus),
  4. πρὸς χρυσῇ περόνῃ καταμύξατο[*](κατεμύξατο iidem) χεῖρα ἀραιήν.
οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς[*](em. S: καταρέξῃς), μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο[*](τοῦτον mei) ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.

ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα[*](ἀποσιωπῶν mei) καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν

οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο·
[*](Hom. λ 543)τὰ λοιπὰ μεῖζον[*](μεῖζον X: μεῖζον ἢ) φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν,
  1. ἀλλʼ ἴθι[*](ἴθι] ἄγε Homerus λ 561) δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
  2. ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα[*](ἀτειρέα] ἀγήνορα idem) θυμόν·
ἔτι δʼ ἀνώμαλος ὢν[*](ἀνώμαλος ὢν Doehnerus: ὁμολογῶν) ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν[*](λαλοῦσαι mei) ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Rep. p. 620b) φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος
  1. ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας
  2. [*](cf. Kock. 3 p. 64)
  3. ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.
καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν[*](μέλλομεν] add. vid. εἶπεν)
ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι[*](εἴ τι] ἔτι mei) κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ[*](δὲ *) τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα,[*](cf. Hom. λ 550) τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.