Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

--- ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας

ἀστραγάλοις ὁρῶ[*](ὁρῶν mei) τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας[*](λόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας)· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι[*](στόμαχοι] λογομάχοι Doehnerus) διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν[*](οὐδὲν] malim οἳ οὐδὲν) αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.