Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους καὶ[*](καὶ] τῷ καὶ Turnebus. Sed ut vid. bene se habet καὶ ut ad quaestionem XIV referatur i.e. καὶ ὅτι μάλιστα ἡ ἐννεὰς ταῖς M. προσήκει) μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δʼ ἀριθμὸς; ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφʼ ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς.