Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν

τοῦ πάθους τούτου[*](τοῦτο mei) πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν[*](malim Ἐπιδημιῶν cum pr. m. Vd) ἱστοροῦντα πρῶτον ἐν τοῖς κατʼ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν[*](σύστασιν R: στάσιν (στᾶσιν E ortum ut vid. ex στασιν ῀ σύστασιν), οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες.

ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. καίτοι παντοδαπὸν μέν εἶπεν ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δʼ ἡ ψυχὴ καὶ κύριον ὑφʼ αὑτῆς[*](ὑφʼ αὐτῆς *: ὑπʼ αὐτῆς), εἰ βούλοιτο[*](ᾗ βούλοιτο? cf. p. 163e), μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ

κινήματα φόβου καὶ σχήματα· τὰς[*](τὰς *: τῆς) δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον·
  1. οὐ μέν τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
  2. [*](Soph. Antig. 456)
  3. ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη[*](idem: καὶ οὐδεὶς - ἐξότου ἐφάνη)·
πόθεν γε δὴ σώματι νόσημα καινὸν[*](κενὸν mei) ἢ πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον[*](ἄριστον iidem) ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασὶς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ[*](καὶ] om. iidem; corr. vid. δύναμιν καὶ γένεσιν) δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν· ἀλλʼ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ[*](καὶ αἱ *: καὶ) ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους[*](ἰδίους W) ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ[*](ἐστί *: εἰσί) τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν. ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι
βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης δυνατόν[*](ἀδύνατον M) ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων[*](ἐμπειρία· ἐχομένων mei). ταύτῃ[*](ib. καὶ ταύτῃ W) γε[*](γε] τε?) κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα[*](Turnebus: ἔμφυλα) καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης· οἱ δὲ καινὰ[*](καινὰ Hirschigius: καὶ τὰ) νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτʼ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ[*](οὐκ] om. mei) ἐκβιβάζει τὸ ὑποκείμενον· ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων[*](τούτων] παθῶν R) οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδʼ Ὅμηρος[*](Ὁμηρος] Θ 299) ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γάρ λυσσητῆρα κύνα δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφʼ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.

ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ[*](κάμὲ *: καί με) συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς,

ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ[*](μὴ Turnebus: δὴ) ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτʼ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δʼ ἐπιτάσεις σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλʼ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ[*](τῷ] τὸ mei) μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂν[*](ἐστιν· ἂν] ἐστιᾶν iidem) γὰρ αὐτὴν λέγωσι[*](λέγουσι iidem) δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι, πρῶτον, ἐν ποσῷ[*](ἐν τῷ πόσῳ iidem) γιγνομένης τῆς καινότητος[*](ib. Basileensis: κενότητος) οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως· ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος
ἅπαντα τἀγένητα[*](Nauckius (p. 313): τὰ γένη τοῦ) πρῶτον ἦλθʼ[*](ἡλθʼ Valckenarius: ἦλθεν) ἅπαξ
δοκεῖ[*](δοκεῖ W: ἐδόκει) καὶ λόγον ἔχειν τὸ[*](τὸ] τοῦ mei) μὴ δρόμῳ[*](δρόμῳ R: δρόμου), καθάπερ
ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν[*](ἐκδρομὴν mei) τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δʼ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένων[*](W: ἐπιγινόμενον), ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. εἰκάσαι δʼ ἄν τις ἔφην ἐγὼ τὰ μὲν ἀπʼ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι· πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετʼ ἀργίας καὶ σχολῆς διʼ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις· ἡ δʼ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμος[*](Πινδαρικὴ ψάμμος] fort. respicitur Bergk. 3 p. 719) ἀριθμὸν περιπέφευγε, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δʼ ἀπειραχῶς παρέχει τὰ πράγματα· καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν· ἃ δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ ἄν τις περιλάβοι,. καίτοι καὶ Φρύνιχος ὁ τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι
  1. σχήματα δʼ ὄρχησις τόσα μοι πόρεν, ὅσσʼ ἐνὶ πόντῳ
  2. κύματα ποιεῖται χείματι νὺξ ὀλοή.
  3. [*](Bergk. 3 p. 561)
καὶ Χρύσιππος τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν. ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι
τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις χίλια τεσσαράκοντα ἐννέα· τὸ δʼ ἀποφατικὸν αὐτοῦ[*](αὐτοῦ] αὖ R) μυριάδας τριάκοντα μίαν καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο. Ξενοκράτης δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντος[*](ἔχοντας mei), τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν, οἷον ὁ Θουκυδίδης[*](Θουκυδίδης\ 2, 50) ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν; οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας[*](Ἀγαθαρχίδας] cf. Mueller. 3 p. 195) ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δʼ αὖθις ἀνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν[*](malim εἶδεν) οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλʼ ἐκείνοις γε[*](γε Turnebus: τε) μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον
ἐξέδωκε κριθίνην καλάμην γόνατʼ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fragm. 43) ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς Μενωνείοις[*](Reinesius: μελωνείοις cf. Aristot. Fragm. 375) σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς· παραφυλάττειν καὶ διώκειν· ὃ νῦν οὐδαμοῦ γιγνόμενον ὁρᾶται. διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντων[*](μηδʼ - ὄντων supplevit M nisi quod pro ἂν scripsi εἰ), μηδʼ εἴ τι τῶν πρότερον ὄντων ὕστερον ἐκλέλοιπεν· αἰτία γὰρ ἡ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ἢ ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν καίτοι τούς γε Δημοκριτείους[*](δημοκρίτους mei) ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι καὶ[*](ὅτι καὶ] ὅτι R) κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπορροῆς[*](ἀπορροῆς *: ἀπορίας) ἐπιρρεόντων, ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσι λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς τὰς κατὰ[*](τὰς κατὰ W: κατὰ) μέρος παρʼ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ περὶ τὰ· σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ
σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον· πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα· λέγουσι δὲ μηδʼ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς· διὸ καὶ Ὅμηρον[*](Ὁμηρον] I 378) εἰπεῖν
τίω δέ μιν ἐν καρὸς αἴσῃ,
τὸν ἐγκέφαλον οὕτω[*](*: οὕτως), διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα· σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τε[*](τε *: δὲ) τάξιν αὖ τῶν[*](αὖ τῶν] αὐτῶν mei) ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν. αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνων[*](ἐχίνων Anonymus: ἔχειν), ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν ὁ Πλάτων[*](ἐλαφρῶν ὁ Πλάτων] ἐλαφρῶν ὁπλιτῶν Turnebus. Fort. ἐλαφρῶν [ὅπλων ἡ φησιν] ὁ Πλάτων cf. de Legg. p. 625d), ἀπʼ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαι[*](μεταταχθεῖσαι Doehnerus probabiliter) τὴν πρώτην ἀντὶ τῆς ἐσχάτης τάξιν ἔχουσι. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπωμάτων[*](*: προπομάτων)· οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον· οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματι[*](σώματι Basileensis: πόματι) καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθʼ
οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν ἡ περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης·
ἔνθα μὲν εἰς Ἀχέροντα[*](εἰς Ἀχέροντα] εἰς ἀχέρων τε vel εἰσαχέροντες mei) Πυριφλεγέθων τε ῥέουσι·
[*](Hom. κ 513)τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστʼ Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτρας[*](κύτρας iidem) εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν· ὁ δʼ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράσσει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺς[*](αὐτοὺς *: αὐτοὺς) πεπυρωμένους καὶ ζέοντας. οὐδὲν οὖν ἔφην ὦ Διογενιανέ, δεῖται ὁ λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλʼ αὐτόθεν ἡ περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν συγγεννᾶν[*](*: οὖν γεννᾶν) τὰ δʼ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατὸς ἐστιν.