Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων οὔτʼ ἐπαινῶν, ἀλλʼ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθʼ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς Λεύκιος εἶπεν ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλʼ ἐκεῖνό γε[*](γε] τε mei) δοκῶ μήτʼ ἄρρητον εἶναι μήτʼ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι[*](ὅτι] ὅτε iidem) δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθʼ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα[*](ἀλλὰ iidem) μὲν ἔστιν ὅτε μετρίως[*](μετρίοις iidem) προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ---[*](lac. signavit Duebnerus. Fort. supplendum ἣν δὲ Τ. ὁ Λακ. αἰτίαν [ἔλεγεν οὐκ ἀποδέχομαι] ἔλεγε δὲ cf. Symb.) ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο[*](τοῦτο] sc. τὸ μὴ γεύεσθαι Cetera fort. sunt ita corrigenda: τοὺς γὰρ ἰχθῦς καλεῖν ἔλλοπας - καὶ τὸν ὁμών. ἐμοὶ τὸν παυσάνεμον (hoc cum Herwerdeno) πυθ. παραινεῖν τάδε ʼΔόγματα δὲ στέγʼ ἔσω φρενὸς ἔλλοπος οὔτι (haec cum W) ἔλασσονʼ) γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας[*](ἔλλοπας] om. mei), οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην

ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς ἀλλʼ ὅπερ ἐλάσσω, καὶ ὅλως θεῖον[*](θεῖον Amyotus: θεὸν) ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς.

τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς ὁ μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι· πρῶτος Θέων ὁ γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν ἀποδεῖξαι Πυθαγόραν μέγʼ ἔργον εἴη καὶ οὐ ῥᾴδιον· Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαὶ τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας[*](ἀγιστίας mei), οἷόν ἐστι καὶ τὸ τῶν κυάμων οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλʼ οὐδʼ ὁρῶντας ἀνέχεσθαί φησιν ὁ Ἡρόδοτος[*](Ἡρόδοτος] 2, 37). ἰχθύων δὲ καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους· ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτʼ ὄψον προσφέρεσθαι μήτʼ ἄλλο τι[*](ἄλλο τι Duebnerus) ἁλσὶ[*](ἁλσὶ Herwerdenus: ἅλεσι) θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν· ἔστι δʼ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος, ὡς ἀσύμφυλον ἡμῖν καὶ ἀλλότριον μᾶλλον δʼ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπʼ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας ὑπολαμβάνουσιν,

ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσι. καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν δὲ[*](δὲ M) τοῖς δεξιοῖς φθειρόμενον, αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γιγνομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς, οὔθʼ ὧν τρέφει τι[*](τι] τε R) καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλʼ ὁ σῴζων πάντα τἄλλα καὶ τρέφων ἀήρ, ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς[*](εἰς] πρὸς Doehnerus) αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσι.

ταῦτʼ ἐπαινέσας ὁ Σύλλας προσεῖπε[*](corr. vid. προσεπεῖσε) περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς· ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδʼ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. ἡ δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοία[*](γελοία *: γελοῖα vel γελοῖαι) μᾶλλον δʼ ἀνήμερος ὅλως καὶ

Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοις[*](W: ἀναλισκομένης) ὑπʼ αὐτῶν. καίτοι βόλον ἰχθύων πρίασθαὶ ποτέ φασι τὸν Πυθαγόραν, εἶτʼ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων ἀλλʼ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβαλόντα[*](καταβάλλοντα mei). διὸ τοὐναντίον ἔφην ὑπονοεῖν τῶν ἀνδρῶν ἡ ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτʼ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα· μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳ[*](τἀνθρώπῳ *: τῷ ἀνθρώπῳ), τοὺς δʼ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδʼ εἰ πάνυ πεφύκασι δυναμένους. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο· πλήθει δʼ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν[*](ἀρήγει mei) φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν· ἔτι δʼ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ἔρδειν μὲν ἐκάλουν καὶ ῥέζειν[*](ῥαϊζειν iidem), ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον· ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλα· ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου
βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι· διὸ τῆς ἀνάγκης ἐπαιγούσης[*](S: ἐπαγούσης, sed in E α litt. ex alia littera facta est) τὸ πρῶτον, ἤδη καὶ διʼ ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτʼ[*](οὔτε R: οὐ τὸν) ἀέρα τὸν αὐτὸν οὔθʼ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲ[*](οὐδὲ *: οὔτε) καρποῖς προσιόν, ἀλλʼ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη ὁ θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατʼ αὐτῶν δίδωσιν· ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπʼ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν οὔτε σκάρον τρυγηφάγον οὔτε κεστρεῖς τινας ἢ λάβρακας σπερμολόγους προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλʼ οὐδʼ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ[*](malim μόνον) τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ[*](πρὸς ἅπαν τὸ Basileensis: πρὸς ἅπαντα) μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο· καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν
Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλʼ οὐδʼ[*](οὐδʼ] οὐδʼ αὐτοῖς τοῖς?) ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον· οἱ δʼ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων·
ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
[*](Hom. μ 329) μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο
γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸς
[*](id. μ 332) ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρʼ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρʼ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ[*](ἀποχῆ) ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.

ὑπολαβὼν δʼ ὁ Νέστωρ τῶν δʼ ἐμῶν ἔφη πολιτῶν ὥσπερ Μεγαρέων[*](μεγάρων mei. cf. Theocr. 14, 49 et Schol.) οὐδεὶς λόγος· καίτοι πολλάκις ἀκήκοας ἐμοῦ λέγοντος, ὅτι ἀεὶ οἱ[*](ἀεὶ οἱ] οἱ ἀεὶ R. Fort. οἱ ἐν Λ[έπτ]ει cf. p. 983f.) τοῦ Ποσειδῶνος ἱερεῖς, οὓς ἱερομνήμονας καλοῦμεν, ἰχθῦς οὐκ ἐσθίουσιν ὁ γὰρ θεὸς λέγεται φυτάλμιος. οἱ δʼ ἀφʼ Ἕλληνος τοῦ παλαιοῦ καὶ πατρογενίῳ[*](πατρογενίῳ] πατρὶ γενεσίῳ Doehnerus; malim προγενίῳ ut sit idem atque προγενεῖ vel προγόνῳ (προ ῀ πατρο) cf. Hesychi εὐγένιος· εὐγενής ὁμόγνιος ex ὁμογένιος, συγγένειος (Ζεύς))

Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δοξάζοντες[*](Turnebus: δόξαντες), ὡς καὶ Σύροι· διὸ καὶ σέβονται τὸν ἰχθῦν, ὡς ὁμογενῆ καὶ σύντροφον, ἐπιεικέστερον Ἀναξιμάνδρου[*](Ἀναξιμάνδρου cf. Mullach. 1 p. 238 adn. 18) φιλοσοφοῦντες· οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλʼ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται, καὶ τραφέντας ὥσπερ οἱ γαλεοὶ[*](γαλεοί] scripsi cum Emperio: παλαιοί) καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρʼ οὖσαν, ἢσθιεν, ὡς ὁ τὸν Κήυκος[*](Κήυκος γάμον] cf. Kinkel. p. 146) γάμον εἰς τὰ[*](ib. τὰ Basileensis: τὰς) Ἡσιόδου παρεμβαλὼν εἴρηκεν οὕτως ὁ Ἀναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλεν πρὸς τὴν βρῶσιν.