Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ταῦτʼ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ[*](τὸ M) περὶ τοῦ Νικολάου. διὸ καὶ μᾶλλον ἔφη ὁ Σῶσπις[*](ὁ Σῶσπις Leonicus)προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν[*](ib. ὡς ἕκαστος - συνεισενεγκεῖν W: ὡς ἕκαστον αὐτῷ τις συνέπεισεν ἐνεγκεῖν (ἐγκεῖν Vd)) εἰς τὸ ζητούμενον. ἐγὼ δʼ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων[*](*: ἀγήρω) διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ[*](Ὀρφικὰ] Mullach. 1 p. 183) ταῦτα μεμαρτύρηκε

  1. ζῶον δʼ ἴσον ἀκροκόμοισιν
  2. φοινίκων ἔρνεσσιν,
[*](ζῶν δʼ ἴσον φοινίκων ἔρνεσιν ἀκροκ. W. Aliter Mullachius) μόνῳ δʼ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς[*](ὡς ἀληθῶς] collocat post ὑπάρχει Herwerdenus; melius fuisset post σχεδὸν) λεγόμενον· τί δὲ τοῦτʼ ἔστι; τὸ
ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτʼ ἐλαίαν οὔτε μυρσίνην οὔτʼ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις[*](πόλις R), ἕκαστον ἀείζωον[*](ib. em. Madvigius: ἀεὶ ζῶον) διαμένει καὶ ἀμείλικτον[*](ἀμείλικτον] ἀνέκλειπτον R) ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφʼ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι.

παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.

καὶ ὁ Πραξιτέλης ταῦτʼ εἶπεν ἄδηλα[*](ἄδηλα W: ἀλλὰ), καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι[*](πυνθάνεσθαι] add. δεῖν W. Malim post φήσουσιν) φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδʼ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς· Ἀμφικτύονος[*](ib. *: ἀμφικτυόνος)· κἀκεῖ πρῶτον[*](ὡς οἱ Ἀμφικτύονες ἐκεῖ πρῶτον Madvigius cum Amyoto) ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ[*](δάφνῃ καὶ] del. Herwerdenus) φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδʼ

ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες[*](ἀνατιθέντας mei), ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ[*](ἄλλως καὶ] ἀλλʼ ὡς mei) φιλόνικος[*](W: φιλόνεικος) ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δʼ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος[*](διαμιλλώμενος?)· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας
  1. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω[*](ᾧπερ ἀρίστῳ mei. vid. Hom. Ψ 159),
  2. πὺξ μάλʼ ἀνασχομένω[*](πυγμάλʼ ἀνασχομένῳ iidem) πεπληγέμεν ᾧ δέ κ̓ Ἀπόλλων
  3. δώῃ καμμονίην ---[*](puncta add. Duebnerus)
τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδʼ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρʼ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. σκύλων[*](κύλων iidem) δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων[*](τρόπων iidem) ἀναθέσεις ἆρʼ[*](ἄρα iidem), οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;

ἔτι δʼ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος

ὁ Θέωνος υἱός ἀλλὰ ταῦτὰ γʼ εἶπεν οὐχ·χ ἱστορίας οὐδὲ[*](οὐδὲ *: οὔτε) περιηγητικῶν ὄδωδε[*](ὁδῶ δὲ mei) βιβλίων, ἀλλʼ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι[*](ὦ φίλοι Duebnerus: ὀφείλετε), δεδίττεσθε[*](R: δεδίττεσθαι) τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετʼ εὐμενείας· ἡμεῖς δʼ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἣκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας[*](*: ἀθλητικῆ δὲ φιλοσοφία libri. ἀθλητικὴν autem φιλοσοφίαν rationalem esse athletarum vivendi morem ex longo usu probatum, quo ut corpus firmius redderent fortiore vescerentur sagma atque voluptatibus venereis sese abstinere iuberentur, rectissime monuit Doehnerus) καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπʼ εὐταξίας οὐ γόνιμός ἐστι παρʼ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας[*](εὐταξίας] εὐεξίας W. εὐαυξίας (ab εὐαυξής)?) ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ
ὑπʼ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δʼ ἐρρωμένως ὑπομένοντες[*](ὑψοῦνται Herwerdenus; malim ἀνυψοῦνται sed cf. p. 795b) τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.

αἰτίαν τις ἐζήτησε, διʼ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἣλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, οὐχ ἥκιστα[*](οὐχ ἥκιστα] ἥκιστα mei. μήκιστα?) δὲ τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν ἐστι φύσει· δηλοῦσιν[*](malim δηλοῦσι δʼ) αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τὰ τʼ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δʼ ὠμὸν[*](δʼ ὠμὸν] δὲ μόνον mei) διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων

ποθῆναι, τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται. τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστει[*](ἀτέχνῳ πίστει W: ἀτέχνως (aut ἀτεχνῶς) πίστιν ib. em. Madvigius: ναυτικὴν - ἐμπειρίαν) ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς,· ὀνομάζουσι καὶ τὸ βάψαι μιῆναι[*](Turnebus: διῆναι cf. Hom. Δ 141) κέκληκεν ὁ ποιητής, ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς· ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην· καὶ καλῶς Ἡσίοδος[*](Ησίοδος] OD 595) ἐπῄνεσε
κρήνης[*](κρήνης τʼ idem) ἀενάου καὶ ἀπορρύτου, ἥ τʼ ἀθόλωτος.
ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ
ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δʼ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι· πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος[*](περιερχόμενος mei), μᾶλλον δʼ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δʼ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δʼ ἠρεμήσῃ, κάτω[*](κάτω M: καὶ τὸ) ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφʼ[*](ὑφʼ *: ἀφʼ) οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.