Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἡσυχίας δὲ γενομένης, Βόηθος[*](βοηθὸς mei) ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ[*](ἀπὸ] τοῖς ἀπὸ M) γεωμετρίας αἰτήμασι χρῆσθαι[*](Turnebus: ζρήσασθαι) καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπʼ Ἐπικούρου[*](Ἐπικούρου] cf. Usener. p. 222). φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι·; πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις· ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος[*](μακρα καὶ πλατέα W. Ante τὰ intercidisse πολλὰ suspicatur Usenerus. Mihi vulgata bene habere vid.) ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι[*](Usenerus: κατεσπαρμένην. In eandem coniecturam ego quoque incideram) χώραν ἐπέχουσιν· ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας,
πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις[*](em. W: διασπάσεις) μεγάλας ποιοῦσι· τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος· ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις· διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει· καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας[*](κενότητας Basileensis: καὶ κενότητας) ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους[*](τόπους Doehnerus coll. lin. 50: τόποις), ἐξ ὧν ὑποκεχώρηκεν. ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα[*](μεγάλα] cf. p. 721a) καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς· ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς[*](ταῖς Doehnerus coll. p. 995f) πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ[*](πολύν W)· τὸ δʼ[*](τὸ δʼ Usenerus: τὸ δʼ ἀγγεῖον cf. p. 1.) ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ χαλκός, ᾗ πολύκενος καὶ ὄγκον[*](καὶ τὸν ὄγκον Usener) ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλʼ ἄφθονον[*](ἀλλὰ φθόνον aut ἀλλὰ φθόγγον mei) ἔχων τὸ τῆς ἐπιεικοῦς[*](ἐπιεικοῦς] bene habet) καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ἣ ταῖς τʼ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει; μέχρι ἂν ἁψάμενός[*](ἀναψάμενος mei) τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ[*](τυφλώσῃ] cf. p. 315 lin. 11 et p. 995f) τὸ κενόν[*](τὸ κενόν] glossema putat Usenerus, haud racte)· ἐνταῦθα δʼ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν[*](em. X: ἀντίπραξιν). ταῦτʼ ἔφη δοκεῖ μοι τὴν νύκτα ποιεῖν ἠχώδη, τὴν δʼ ἡμέραν ἧττον θερμότητι καὶ διαχύσει τοῦ ἀέρος μικρὰ[*](διαχύσει - μικρὰ scripsi cum Usenero (cf. p. 720f): διαλύσει - μικρὰ (cuius prius α oblitteratum est in Vd)) τὰ διαστήματα τῶν ἀτόμων ποιοῦσαν μόνον ἔφη μηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις.κἀγώ, τοῦ Ἀμμωνίου κελεύοντος εἰπεῖν τι πρὸς αὐτὸν αἱ μὲν πρῶταί σου τῶν ὑποθέσεων ἔφην ὦ φίλε Βόηθε[*](βοηθὲ mei), καίπερ πολὺ[*](περὶ πολὺ] περίπολυ R. Malim ὑπέρπολυ) τὸ κενὸν ἔχουσαι μενέτωσαν· τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε[*](ὑποτίθεσθε] cf. Symb. ubi male defendi optimorum codd. lectionem ὑποτίθεσθαι). σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, ἡ δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ[*](τοῦ] αὐτοῦ sc. τοῦ πλήττοντος σώματος R; malim ἑαυτοῦ) διʼ
εὐτονίαν καὶ συνέχειαν, οἷός ἐστι παρʼ ἡμῖν ὁ ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθʼ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι· χαλκῷ δὲ κενοῦ μὲν[*](κενοῦ μὲν Basileensis: κινουμένῳ μὲν) οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον ὁ σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες· ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν[*](μετάλλων?) κωφότατος. οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δʼ αὖ χώρας καὶ κενότητας ἀπολείποντας[*](em. Emperius: ἀπολιπόντας), ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα[*](σῶμα R coll. p. 722b: σχῆμα) καὶ δύναμὶς ἐστιν. ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἷον ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δʼ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν[*](Emperius: ἀπολιπεῖν) σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς ῆς καὶ θερινῆς· ὧν οὐδέτερον ἀληθές ἐστι. διὸ[*](ἐστι. διὸ] ἐστιν ὁ mei) τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν[*](τὸν Ἀναξαγόραν] cf. Aristot. p. 903, 10a), ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν[*](*: θραύμασιν), ἃ δή τινες τίλας καλοῦσιν ταῦτʼ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα διʼ ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι[*](φαίνεσθαι] ἠσυχίαν ἔχειν Aristoteles. ὑφίεσθαι Doehnerus. σβέννυσθαι an μαραίνεσθαι?) τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον.ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀμμώνιος; ἔφη γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες· οὐ μὴν ἀλλʼ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν· οὔτε γὰρ πιθανὸς οὔτʼ ἀναγκαῖος, ἀλλʼ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς; διασπᾶν καὶ διαρρίπτειν πολλάκις. ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς,φωνῆς· καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι· νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 408) φησίν,
πολλάκις μὲν[*](μὲν] del. R) γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον[*](ἔναρθρος mei) ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ[*](αἰεὶ iidem) μέντοι τι τοῦ πλήθους φέρει[*](φέρει] ἀφαιρεῖ vel φθείρει W) καὶ τοῦ μεγέθους. ἡ μὲν οὖν νὺξ αὐτὴ καθʼ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος· ἡ δʼ ἡμέρα μέγα[*](μέγα] μετὰ mei), τὸν ἣλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν.
- οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότʼ ὦρτʼ ἀνέμων,
- ἅ τις κατεκώλυε κιδναμένα[*](W: σκιδνάμενα vel σκιδναμένα libri. κιδναμεναν Schneidewinus) μελιαδέα γᾶρυν
- ἀραρεῖν ἀκοαῖσι βροτῶν.
ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς εἶτʼ ἔφη τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ[*](εἴπατε, τὰ ἀθεώρητα (malim τἀθεώρητα) Doehnerus) κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δʼ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν;[*](cf. Aristot. p. 339, 30a sq.) ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδʼ[*](οὐδʼ *: οὔτʼ) ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλʼ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα
δεξιὰ σημαίνων, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρων[*](eiusdem ut vid. poetae prior versus legitur p. 1129e. cf. p. 764e Etym. M. p. 433, 51) οἱ δʼ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφʼ[*](ἐφʼ ἡμέρῃ Schottus: ἐφημέρη) ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος[*](Δημόκριτος] Mullach 1 p. 355 sed hoc testimonium omisit), οὔτʼ ἀφώνοις οὒτʼ ἀπράκτοις[*](ἀταράκτοις?) ἐνεργείαις· καὶ τὸν ὄρθρον ὁ Ἴβυκος[*](Ἰβυκος] Bergk. 3 p. 238) οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη[*](καὶ ἥδη] καὶ νὴ Δία Emperius) φθέγγεσθαι συμβέβηκε· τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς.
παρὼν οὖν Ἀριστόδημος ὁ[*](ὁ W: πρὸς ἡμᾶς ὁ) Κύπριος ἀλλʼ
ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν[*](ἐλέγχωσιν Duebnerus male), οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά[*](ἐγκελευόμενοι W) τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν[*](em. Emperius: ἐξανιστᾶν) ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.