Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡς[*](ὡς] del. R)Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ[*](ἢ Basileensis) Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών

γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων·
[*](cf. p. 700e) Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν
ὁ γέρων πάμπρωτον[*](πάμπρωτος idem) ὑφαίνειν ἤρχετο μῆτιν;
[*](Hom. H 324) ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ[*](καὶ] del. R) τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος,
δαίνυ δαῖτα γέρουσι,
[*](Hom. I 70)πολλῶν γάρ τοι φησίν
ἀγρομένων τῷ πείσεαι,
ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ.
[*](ib. 74)
διὸ καὶ τὰ πλείστῃ[*](em. W: πλεῖστα) χρησάμενα τῆς Ἑλλάδος
εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια[*](Basileensis: φιλίτια), βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον[*](*: θεσμοθέσιον) οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι[*](Πλάτωνι de Legg p. 968a) τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ
πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου,
[*](Hom. η 138) ἆρʼ οὐκ εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπον[*](προσεῖπεν mei).