Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δʼ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ[*](αἰεὶ iidem) τρέφοντας καὶ φυλάττοντας· τὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ[*](αὐτοὺς μηδὲ] αὐτοὺς δὲ μὴ?) βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο.
Λεύκιος δʼ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δʼ ἱερὸν πῦρ οὐκ ἄμεινον[*](οὐ κάμινον mei) αἱρουμένους[*](αἰρουμένους] ἡγουμένους W) ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλʼ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν[*](ἐνίους μὲν] ἐνίοις mei) τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων[*](τὸ λύκων W) ἢ[*](ἢ] om. mei) κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τʼ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο[*](ἐκεῖνα mei) θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενὸν τε καὶ τρεφόμενον διʼ αὑτοῦ[*](αὐτοῦ iidem) καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεται[*](φθέγγεται] φθείρεται mei) καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰ[*](εἰ Turnebus) μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον.
οὐδέν εἶπον ἐγώ τῶν εἰρημένων αἰτιῶμαι· προσθείην δʼ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλʼ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθʼ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους
ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος· καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς; εἶχεν ἑτέρῳ, καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. ὅρα δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου[*](W: τῷ εὐχαρίστῳ) τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο καρποφόρους, καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν[*](R: μοραίαν) ἐκκόπτειν ἀπαγορεύουσι[*](προσαγορεύουσιν mei)· ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. ὅθεν ὀρθῶς μὲν Ἡσίοδος[*](Ἡσίοδος] OD 748) οὐδʼ κἶώιώσρἀπὸ χυτροπόδων ἀνεπιρρέκτωνἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλʼ ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας· εὖ δὲ[*](δὲ *: τε) Ῥωμαῖοι[*](ῥωμαίοις mei) χρησάμενοι τοῖς λύχνοις, ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἴων[*](ζῶντας εἶων scripsi cum R: ζῶν) καὶ λάμποντας.
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Εὔστροφος ἆρʼ οὖν ἔφη τοῦτο καὶ τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένῳ[*](R: οἰομένων) δεῖν ἀεί τι καταλιπεῖν[*](καταλείπειν?) οἰκέταις ἀπὸ δείπνου καὶ παισὶν οἰκετῶν; χαίρουσι γὰρ οὐχ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες. διὸ καὶ τοὺς Περσῶν βασιλεῖς φασιν οὐ
μόνον φίλοις καὶ ἡγεμόσι καὶ σωματοφύλαξιν ἀποπέμπειν ἀεὶ μερίδας, ἀλλὰ καὶ τὸ τῶν δούλων καὶ τὸ τῶν κυνῶν ἀεὶ δεῖπνον ἐπὶ τῆς ἐκείνων προτίθεσθαι τραπέζης, ὡς ἀνυστὸν[*](ἂν οἰστὸν mei) ἦν, πάντας οἷς ἐχρῶντο ποιουμένων ὁμοτραπέζους καὶ ὁμεστίους[*](*: ὁμοεστίους). ἡμεροῦνται γὰρ τῇ τῆς τροφῆς μεταδόσει καὶ τὰ σκυθρωπότατα τῶν θηρίων.ἐγὼ δὲ γελάσας ἐκεῖνον δʼ εἶπον ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας ἀποκείμενον ἰχθῦν διὰ τί[*](διὰ τί] om. mei) οὐχ[*](cf. Leutsch 2 p. 462) ἕλκομεν[*](ἑλκόμενον iidem Fueratne οὐχ ἕλκομεν οὖν deleto διὰ τί?) εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφʼ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκων[*](Basileensis: διδάσκοντος quod tamen ad Πυθαγόρου (ex Πυθαγορικῆς) referri potest) ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν[*](*: ὑπολιπεῖν) καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ λεῖπέ τι καὶ Μήδοις διὰ στόματὸς ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ· πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν· τῶν τε γὰρ περὶ τὸν Αἴαντα[*](Αἴαντα] cf. Hom. I 206) καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν τόν τε Πρίαμον[*](Πρίαμον] cf. Hom. Ω 621) φιλοφρονεῖσθαι βουλόμενος πάλιν ἀναΐξας ὄιν ἄργυφον σφάττει καὶ
διαιρεῖ[*](δέρει M) καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτʼ ἀναλίσκων τῆς νυκτός. ὁ δʼ Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματʼ εἶχε, τοῦ Τηλεμάχου ἐπιφανέντος, ἀλλʼ εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθεὶςὀπταλέων, ἃ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες.[*](Hom. π 50)εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γʼ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως· ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων.