Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτʼ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθʼ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρ---[*](lac. add. Duebnerus. Suppleo ὁ πίνων ΠΑΡ[ορῶν τὰ μεγάλα, τὰ μικρὰ ὑΠΕΡ]ευ μεταβλέπει cf. p. 611b: τὰ δὲ - μεγάλα - ὑπέρευ παρορῶντες) εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δʼ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ̓ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ
περιττῶν ἐκφύγοι παρʼ οἶνον[*](Turnebus: πάροινον) εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδες[*](idem: ῥομβῶδες) καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας[*](ὁρῶντας Leonicus) ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν[*](ἐν] ἢ mei) συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς,· ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δʼ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ[*](οὐ R: οὐδὲ) βδελυρὰν οὐδʼ ἄκρατον[*](ἄκρατον] ἄκαιρον Hirschigius) ἀλλʼ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας[*](ὡς Γοργίας] ὡς γοργῶς (aut γαυριάσας aut διʼ ὀργῆς) Herwerdenus. Fort. ὥσπερ τις (sc. Aristophanes)) εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸν[*](μεστὸν R: μέγιστον cf. Arist. Ran. 1021) Ἄρεος[*](Ἀρεος *: ἄρεως vel ἀραιῶς) εἶναι, τοὺς ἕπτʼ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Tim. p. 60a)τῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὓπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ διʼ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδʼ ἀγχινοίας ὄφελος[*](ἀληθείας - - ὄφελος] versus effecit Kock. 3 p. 474). ἀλλὰ πολλοὶ τῷ ἐπιόντι[*](ἐπιόντι Anonymus: ἕποντι) χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ[*](εἰ Doehnerus) κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλʼ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη[*](ἐπιταραττομέναις?) ὑπʼ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐδʼ ἠλιθίους ἀλλʼ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δʼ οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερᾶ[*](Duebnerus: ἐλευθέρα) καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν[*](em. M: πολλῆς) ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶ[*](καὶ] καὶ τὸ?) μανιῶδεςὥσπερ Εὐριπίδης[*](Εὐριπίδης] Bacch. 298) εἶπεν, ἀλλʼ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν[*](Duebnerus: ἐξαίρων) καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν.οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες· ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης, οὐδʼ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετʼ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼν[*](ἀπολείπων?) ἐν συμποσίῳ, τὸ δὲ τεταγμένως[*](τεταγμένον mei) χρῆσθαι λόγῳ καὶ ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν[*](δεῖν] ἀεὶ mei) καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντος[*](R: ἐγχέοντες) καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος. οὔτε γὰρ ποτὸν οὐδὲν οὔτʼ ἐδεστὸν οὕτως[*](*: οὓτω) ἀηδὲς καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ
περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλʼ ἢ λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δʼ ἀτάκτου καὶ φλυαρίας εἰς ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν καὶ παρʼ ἡμῖν ἐν τοῖς Ἀγριωνίοις[*](Huttenus: ἀγρωνίοις) τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε καὶ κέκρυπται παρʼ ἐκείναις· μετʼ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος, ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον.τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἢγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς ὁ Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα[*](Ἰωνα] cf. p. 416 d) περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστʼ αὐτῇ[*](αὐτῇ] deleverim) ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ[*](δόξῃ] τάξει M) γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν. ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων· οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθʼ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον[*](Μῆδον] δῆμον mei), ἀποθανόντος δὲ καθʼ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων[*](τῶν ἐν Σικ. τυράννων] expungit Cobetus)· ἅμα τῆς τύχης, ὡς Τίμαιος[*](Τίμαιος] Mueller. 1 p. 223)
ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ[*](μία vel μίαι mei) γενομένης. καὶ τὸν μὲν Ἄτταλον·ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο· Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός.ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας[*](em. Duebnerus: ἀκαδημίας) εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν[*](μὲν *: μὲν γὰρ) Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια[*](κάρνια mei) Κυρηναίων ἀγόντων· ἑβδόμῃ δʼ ἀμφοτέρας[*](ἀμφοτέρας] add. τἀς ἑορτὰς Madvigius) ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου[*](ἑτέρους mei) Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθʼ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδʼ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν.
ὑπολαβὼν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος ἄξιον μέν ἐστιν[*](οὐκ ἔστιν R) ἔφη περὶ Πλάτωνος ᾄδειν καὶ λέγειν τὸ
τοῦ γὰρ[*](γὰρ] δὲ W cum Amyoto) θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ[*](ἀφθάρτῳ] φθαρτῷ mei) μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον· μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος· ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπʼ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν[*](καὶ φθορὰν R: καταφθορὰν) οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος[*](Πλάτωνος] cf. Tim. p. 41a) ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον[*](malim γενητῶν τὸν ἀγένητον) καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων[*](Turnebus: γενόμενον), ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφʼ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος
καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸς ὥσπερ ἄνθρωπος[*](ἀνθρώποις mei), ἀλλʼ ἑτέραις τισὶν ἁφαῖς διʼ ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. κοὐκ[*](κοὐκ *: καὶ οὐκ cf. Nauck. p. 511) ἐμὸς ὁ μῦθος εἶπεν ἀλλʼ Αἰγύπτιοι τὸν τʼ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης· καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν[*](ἀπολιποῦσιν mei. Ceterum ἀπολείπειν h. 1. admittere est) ὁμιλίαν ἀνάπαλιν[*](ib. malim τἀνάπαλιν) δʼ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας[*](οὐσίας Iunius: θυσίας) τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.