Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

θυσία τις ἔστι πάτριος, ἣν ὁ μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δʼ ἄλλων ἕκαστος ἐπʼ

οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν[*](ἔξω μὲν βούλιμον, ἔσω δὲ πλουθυγίειαν Cobetus ut hexameter exeat. cf. Bergk. 3 p. 681) ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθʼ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δʼ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατʼ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον[*](βούλιμον] λιμὸν mei) λιμὸν[*](λιμὸν Herwerdenus) ἐδόκει μέγαν ἢ δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρʼ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις· οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν[*](πολὺν ὄντα λιμὸν scripsi cum R: πολύνον πάλιν), ὀνομάζομεν. ἐδόκει δʼ ἡ βούβρωστις[*](βούβρωστις] cf. Hom. Ω 532) ἕτερον[*](οὐχ ἕτερον Madvigius) εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου[*](Μητροδώρου] Mueller. 3 p. 205 fr. 14) Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν ὁ λιμὸς νόσῳ, μάλιστα δʼ ὁ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δʼ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν
τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν[*](M: συνεπλήρου) λόγων[*](Turnebus: λέγων).

ἐπειδὴ δʼ[*](ἐπειδὴ δʼ Benselerus: ἐπεὶ δὲ δὴ) ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα[*](τοʼ αἴτιον τοῦ μάλιστα R) βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν[*](ἰὼν Madvigius) ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος[*](*: λειποθυμοῦντος) οὖν αὐτοῦ καὶ ἀπολιπόντος[*](pro ἀπολιπόντος dat μηδενὸς ἔχοντος - μηδὲν ἐδώδιμον Vit. Brut. c. 26), ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων[*](τοῖς τείχεσι τῶν πολεμίων ἄρτ. αἰτ. παρὰ τῶν τειχοφυλάκων Doehnerus)· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι[*](ὄνοι] ἡμίονοι Psellus), καὶ μάλισθʼ ὅταν[*](ὅταν idem: ὅταν ἢ) ἰσχάδας ἢ[*](ἢ] καὶ idem) μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν[*](ἐμφάγωσιν] ἐὰν φάγωσιν mei), ἰῶνται[*](ἰῶνται] εὐθὺς ἵστανται Psellus Fort. ἰῶνται ortum est ex ἱστῶνται (pro ἵστανται cf. Praefat. p. LXXXII). De re eadem Xen. Exped. 4, 5, 9 dixit: ἐπειδὴ δέ τι ἐμφάγοιεν, ἀνίσταντο καὶ ἐπορεύοντο) καὶ βαδίζουσι.