Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὁ Ἀριστίωνος εὐημέρει[*](εὐημερεῖ mei) παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τʼ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι[*](ἄρτι Doehnerus coll. Plin. 23, 130) τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος; οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, ἥ τʼ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς ὁ χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον[*](ἀπομαραινόμενος Duebnerus). τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν ἡ δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον[*](θρῖον Kaltwasserus: ἔργον) ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος ἡ τέφρα ῥυπτικωτάτην παρέχει κόνιν[*](κονίαν X)· ταὐτὰ δὲ πάντα θερμότητος[*](θερμότητος] δριμύτητος * * Doehnerus). καὶ τὴν[*](καὶ τὴν] ᾗ τὴν?) πῆξιν

ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ[*](οὐ] οὐ μόνον R) σκαληνίᾳ[*](ib. Basileensis: σκαλληνία) σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν[*](Turnebus: περιφέρων), ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ[*](καὶ] del. W) ὑδατῶδες. τεκμήριον[*](scr. vid. τεκμήριον δὲ καὶ τὸ οὐ χρηστὸν εἶναι γλυκὺ τὸν ὀπὸν) δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν[*](*: σκαλλήνων Post hanc vocem quaedam intercidisse putat Doehnerus), ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ[*](ἔστη καὶ] ἔστηκεν R) ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν ἡ συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ[*](Doehnerus: τὸ αὐτὸ) δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ[*](idem: σωρῷ) καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ̓ ὁ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν[*](σιρὸν Doehnerus σῖτον) ἐξαναλίσκεται[*](ib. ἐξίσταται R) ταχέως ὁ οἶνος.