Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν[*](Turnebus: στρατιωτικῶν) δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ[*](ἀκαδημίᾳ) μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν ὁ Ἴων[*](Ἰων Bergk. 2 p. 257)τραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν[*](μεθʼ ἡμέραν *: μεθʼ ἡμέραν οὖν Incipit apodosis) ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο[*](τοῦτο] τούτου W. cf. p. 89 b) τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων[*](τῶν ποθέντων ἢ βρωθέντων Doehnerus: τῶν ποθούντων) ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν[*](Duebnerus: κνίσσαν) ἐναπολειπομένην
προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν[*](ἑστιᾶν W: εἰς αἰτίαν Ordo verborum esse vid. παρέχουσι τοῖς αὐτοῖς (i.e. τοῖς παροῦσι) ἑστιᾶν οὐχ ἧττον τοὺς ἀπολειφθέντας ἀκ. καὶ μεταλ.) παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας· ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα[*](R: γινόμενα) καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς[*](M: παιδείας) σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον[*](*: κατέλιπον) παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν ᾧ πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον ἢ πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον ἢ πεινῆν τοὺς ἐκνηστεύσαντας· ἡ γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ[*](καὶ κατὰ· κατὰ cf. p. 662 c: οἰκείῳ καὶ κατὰ φύσιν 688f: τοῦ κατὰ φύσιν καὶ οἰκείου et passim) φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν ἢ μόνον ἢ μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω[*](Psellus c. 87: ἐξ ὧν) μήτʼ ἀέρα μήθʼ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδʼ[*](μηδʼ *: μήτʼ) ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. ᾗ[*](ᾗ] ἢ mei) καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, ἃ δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται διʼ ἔνδειαν θερμότητος· αὐτὸν θʼ ἕκαστον αὑτοῦ[*](αὑτοῦ *: αὐτοῦ Coniung. cum ἥδιον et προθυμότερον) γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει
τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, ὃ πρῶτον[*](ὃ πρῶτον] πρῶτον M) κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν[*](τὴν τέφραν R)· ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι[*](καὶ ὅμως δὲ ἵστησι mei) καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν[*](em. Madvigius: ἐξαίρειν) τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτʼ ἐπʼ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ πύρωσις διώκουσα τὸ νοτερόν[*](τὸ νοτερὸν διώκουσα καὶ τὸ δίυγρον Psellus)· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ
γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν[*](τινῶν] τινὶ Doehnerus) μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι[*](Duebnerus: ἐπικαταδαρθῶσι), παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα[*](καὶ ἅμα] malim ἅμα καὶ) τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές[*](παρέχουσι πάσχοντες Huttenus: παρασχόντες) τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ[*](ἐλάττω X) προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν[*](τὸ δὲ πεινῆν Turnebus) ποιοῦσιν[*](ποιεῖ idem)· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι[*](ἐπιστύφουσαι Iunius) καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι[*](em. Madvigius: ἐγκεχειρῆσθαι), πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ[*](καὶ τὸ] αὐτὸ mei) ἐκλεῖπον[*](ἐλλεῖπον Emperius hic et infra) ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν[*](ὄμμα τῶν R: ὀμμάτων Cf. p. 738 c: καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος, ubi genetivus est obiectivus) οἰκείων τῷ σώματι καὶ δεόντων[*](καὶ δεόντων Madvigius: καὶ δεη τῶν) ἐγγεγενημένον[*](em. Doehnerus: ἐγγεγενημένων), ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν[*](ῥιγοῦν μὲν Hirschigius) ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ[*](δὲ X) διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς[*](τῆς M: τῇ) κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια[*](ὅμοια] add. τοῖς ζῴοις τὰ φυτὰ idem) πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ[*](γὰρ] del. Salmasius) τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα[*](ποτίζομεν καὶ ψύχομεν Madvigius) μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ[*](αὐτὰ] αὖ R. Malim αὖ ταῦτα) θάλπειν πειρώμεθα καὶ
σκέπειν πόλλʼ ἄττα[*](πόλλʼ ἄττα scripsi cum Doehnero: πολλοστὰ) περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς[*](παρʼ ἡμῖν R) ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν[*](ἐν] σὺν W) πνεύμασι μετρίοις[*](idem: μετρίως), ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι[*](ib. malim ὡς ἂν ἀεὶ - ἔχῃ), διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] om. Mullach.), ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ[*](κνησμὸν Emperius) κατὰ θίξιν[*](ib. M: κατάθιξιν) ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα[*](Doehnerus: πρέποντα), καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν[*](δὲ τῶν M: τῶν) πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ[*](διαφέρει mei) καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων[*](R: εἰσθλιβομένων) τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς[*](διὰ τῆς Doehnerus: τῆς) σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον[*](Doehnerus *: τὸ ἀλλότριον) ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ[*](ἁπλῶς τοῦ M: ἀπλήστου) ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται[*](R: ἐφίσταται) γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν[*](δίψαν mei) διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ[*](Basileensis: ὑπονοστεῖν) καὶ διιόν[*](Turnebus: ἴδιον), ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν[*](τὸ νοτερὸν Basileensis: τὸν ἕτερον) ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος[*](em. Duebnerus: δυσαναβλαστοῦντος) ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά[*](τὰ φυτὰ X (E): αὐτὰ), διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται[*](ἐγγεγένηται?), ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους[*](περὶ πόρους *: περὶ πόρου ἢ πόρων) διαφορὰς ἄλλας[*](ἄλλας Doehnerus: ἀλλὰ) κατὰ πάθος[*](πάθος *: πλῆθος cf. p. 687 e) ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων[*](τόπων] πόκων?) ἔχουσι τὸ[*](τὸ] τι?) δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι[*](M: στέργουσι) δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν[*](τὴν W) ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις[*](ἀναπληρώσεις] add. ποιεῖν, διὰ τό τοῖς μὲν πεινῶσιν ἐὰν πίωσιν, παύεται ἡ πεῖνα ἐν τῷ παραυτίκα κἑ Madvigius), ἐν τῷ παραυτίκα ---[*](lac. 2-3 litt. addidi ex Vd) τοῖς δὲ διψῶσι τοὐναντίον[*](τοὐναντίον Emperius: ἐναντίον), ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ[*](δὲ] δὴ W) τὸ πάθος οἱ τοὺς πόρους διαφόρους[*](ib. διαφόρους *) ὑποτιθέμενοι[*](ib. Turnebus: ἐπιτιθέμενοι) ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα[*](τἄλλα *: πολλὰ) μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει[*](ἔχει· ὧν Duebnerus: ἐχόντων)· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι[*](οἱ δὲ στενώτεροι R) τὸ μὲν ποτὸν[*](τὸ μὲν ποτὸν] μόνον τὸ ποτὸν W. Fort. τὸ ποτὸν μόνον οὐχὶ δὲ καὶ τὸ σιτίον) παραδέχονται[*](παραδέχονται] add. τὸ δὲ σιτίον οὐ παραδέχονται Madvigius), ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν
μὲν φάγωσιν[*](ἐὰν ἐμφάγωσιν, οἱ μὲν διψῶντες οὐ βοηθοῦνται Doehnerus; malim οἱ μὲν διψῶντες ἐὰν φάγωσιν οὐ βοηθοῦνται) οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν[*](πίασιν?), ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.