Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτʼ ἀνέσεως· οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν διὰ τὴν ἀπὸ[*](ἀπὸ M: ἐπὶ) τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν, ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας· δειπνήσαντας δʼ ἀναστρέφειν αὑτοὺς[*](αὑτοὺς Vulcobius: αὐτοὺς) μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθʼ ὡς εἰπεῖν κατʼ ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους· ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες ἢ πρηνεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προυφέροντο[*](*: προεφέροντο)· θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐνδιδόντα[*](em. Hirschigius: ἐπιδιδόντα) καὶ χαλῶντα τοῖς πόροις,

εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. ὁ δὲ πρεσβύτης ἅμα παίζων δύʼ ἔφη ταὐτὸ[*](*: τὸ αὐτὸ) συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάτας τε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν ᾧ τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν ὥσπερ οὖν ὁ Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπʼ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών, ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν· οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων ὁ Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν.

περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον[*](em. Turnebus: ἐξεφλυάριζον) τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς Μέστριος[*](Vulcobius: μέτριος) Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς

βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι[*](Anonymus: μετεῖναι), τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς[*](Θιβεῖς Hesychius: Θηβεῖς cf. Plin. H. N. 7, 2, 17 'in Ponto Thibiorum genus') προσαγορευομένους ἱστορεῖ Φύλαρχος[*](Φύλαρχος] Mueller. 1 p. 354) οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας[*](οἱ μιγάδας οἰκέτας Valesius) ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων
πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα[*](ψηχόμενα Doehnerus: ψυχόμενα) καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.