Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα[*](ἀναιρετέων?). παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο

τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ[*](τὰ R) καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων[*](Turnebus: ὁμοίως) λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν[*](W: ἀποφαίνομεν) οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας[*](οὐχ ἥμονας W ex Hom. Ψ 886: οὐχημονας (Vd)) ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα[*](ἆθλα *: ἄθλα) τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος[*](ποιημάτων Herwerdenus) παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ[*](καὶ] om. mei) τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον[*](Ἀκέσανδρον] Mueller. 4 p. 285) ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ
ἐστί[*](ἐστί] fort. transpon. ante τῶν)· τοῖς δὲ Πολέμωνος[*](Πολέμωνος] Mueller. 3 p. 123) τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι[*](ὅτι] del. vid.) πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ[*](Σικυωνίων Preilerus) θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι[*](ποιήματι δὶς *: ποιηματίαις cf. Mueller. 3 p. 123)[*](ante ποιήματι lac. 2 litt. dat Vd 3 P sed nulla esse vid. cum pro επικω quod praebent Vd P fuerit ut vid ἐπικωι) δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ[*](γὰρ M: γε) Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται[*](νενετεωρισται: νετεώρισται: ἐνεωτέρισται mei). δέδια δʼ εἰπεῖν[*](εἰπεῖν R: εἶπεν) ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε[*](X: ἀπατᾶτε) τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα[*](*: τὸ ὄνομα), καταγέλαστος γένωμαι.

ἡ πίτυς ἐζητεῖτο καθʼ ὃν λόγον ἐν Ἰσθμίοις[*](ἰσθμοῖς mei) στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς[*](ἡμᾶς Turnebus: ἡμῖν) Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς· λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, διʼ οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον[*](corr. X: λεγομένων) ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δʼ ἡμῖν[*](δʼ ἡμῖν *: δέ μιν) μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι·

καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος[*](Ἀπολλόδωρος] om. Mueller. 1 p. 428) οἴεται παράλιον φυτὸν οὖσαν οὐδʼ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ[*](αὕτη *: αὐτὴ) καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον[*](ʽἡδύοινον Turnebus: ἡδὺ οἶνον) τὴν· ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν[*](συνεκπέπτειν mei) τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον
οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον[*](εὔποτον W: ἐμποιεῖ(ν)) παρίστησι ταχέως ἐξαιροῦντα[*](ib. ἐξαιροῦντα Madvigius: ἐξαιρῶν) τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.