Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

περὶ τῶν τῆς ψυχῆς καὶ σώματος[*](τοῦ σώματος? ) ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν[*](γοῦν] μὲν R) ἄδηλόν ἐστιν,

  1. ἐπειὴ μάλα πολλὰ μεταξὺ
  2. [*](Hom. A 156)
  3. οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως[*](ὅλως] add. ὑπάρχειν vel εἶναι Turnebus) ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους[*](ψεύδους M: ψεῦδος) τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον
ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας[*](ταύτας W: τὰς) ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι[*](Turnebus: κορεσθῦσι) καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης[*](τίτθης *: τιτθῆς) ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς[*](αὐτῆς mei) ἡδονὸις τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί[*](τι] τι ἢ Madvigius. Malim τι καὶ) ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς[*](ἐναρίθμοις mei) ὑποσύμβολα[*](ἀπὸ συμβολῆς?) προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν
ἀλγηδόνα τοῦ σώματος[*](em. Turnebus: ὄμματος) ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι τὸ φύσει φιλοθέαμον[*](Anonymus: φιλόθεσμον) ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.