Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

θαυμάσας δὲ τὸ ἑπιρρηθὲν[*](ἐπιρρηθὲν *: ἐπιρ́ηθὲν) ὁ Σύμμαχος ἆρʼ[*](cf. p. 389 c) ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον,

ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδένʼ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρʼ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρʼ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος.

πάντων οὖν κελευόντων καὶ δεομένων πρῶτον μέν ἔφη τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρʼ αὐτοῖς ὁ καιρός ἐστι καὶ ὁ τρόπος Διονύσῳ προσήκων. τὴν γὰρ λεγομένην νηστείαν ἄγοντες[*](ἄγοντες Madvigius ) ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσιν[*](καλιάσιν Scaligerus: καθιᾶσιν) ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂν[*](ἂν] αὖ R) διʼ αἰνιγμάτων ἀλλʼ ἄντικρυς Βάκχου καλουμένην[*](em. R: καλουμένου), τελοῦσιν. ἔστι δὲ καὶ κραδηφορία[*](em. Turnebus: κρατηροφορία) τις ἑορτὴ καὶ θυρσοφορία παρʼ αὐτοῖς, ἐν θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασιν[*](εἰσιᾶσιν mei). εἰσελθόντες δέ, ὅ τι δρῶσιν, οὐκ ἴσμεν· εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ

γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται· καὶ κιθαρίζοντες ἕτεροι προΐασιν[*](em. R: προσιᾶσιν), οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης. οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι. Σάβους γὰρ καὶ νῦν ἔτι[*](ὅτι mei) πολλοὶ τοὺς Βάκχους καλοῦσι καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ· βεβαίωσιν δʼ[*](βεβαίωσιν δʼ *: 10 Vd 6 E σιν) ἔστι δήπου καὶ παρὰ Δημοσθένους[*](Δημοσθένους] 18, 260) λαβεῖν καὶ παρὰ Μενάνδρου[*](Μενανδρου] Kock. 3 p. 260). καὶ οὐκ ἀπὸ τρόπου[*](τρόπου S: 4-5 Vd 3 E που) τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιν[*](τοὔνομα - σόβησιν Turnebus: τοῦ ἅμα πεποιῆσθαι πρὸς τὴν ἀσέβησιν), ἣ κατέχει τοὺς βακχεύοντας. αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατον[*](σάββατον] τὸν Σάββάσιον R. Malim Σαβάζιον vel Σάβον) τιμῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους· ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες. καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· κατὰ κράτος δὲ τοὺς ἐναντίους[*](δὲ τοὺς ἐναντίους Madvigius: ἐν αὐτοῖς) πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει, μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους· κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρʼ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια[*](νυκτέλια Turnebus: νῦν τέλεια), καὶ χαλκοκρότους[*](em. Madvigius: χαλκοκροδυστὰς) τὰς τοῦ θεοῦ τιθήνας
προσαγορεύουσι· καὶ[*](καὶ] κᾷθʼ) ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος[*](νεὼ θύρσος *: νεωθύρσοις) ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν[*](θεῶν *: θεῷ) ἢ Διονύσῳ προσῆκει[*](em. M: προσήκειν). ἔτι τοίνυν μέλι μὲν[*](μὲν] del. W) οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτʼ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰ[*](ταυτὰ Turnebus: ταῦτα) καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος, ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρʼ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δʼ οὕτω κολα ---
λείπει τὰ λοιπὰ τοῦ τετάρτου[*](λαίπει τὰ λοιπὰ τοῦ τατάρτου corum lcoo spatium vacuum 12 fere versuum Vd 2 paginarum E).

---

---

---

---

περὶ τῶν τῆς ψυχῆς καὶ σώματος[*](τοῦ σώματος? ) ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν[*](γοῦν] μὲν R) ἄδηλόν ἐστιν,

  1. ἐπειὴ μάλα πολλὰ μεταξὺ
  2. [*](Hom. A 156)
  3. οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως[*](ὅλως] add. ὑπάρχειν vel εἶναι Turnebus) ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους[*](ψεύδους M: ψεῦδος) τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον
ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας[*](ταύτας W: τὰς) ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι[*](Turnebus: κορεσθῦσι) καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης[*](τίτθης *: τιτθῆς) ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς[*](αὐτῆς mei) ἡδονὸις τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί[*](τι] τι ἢ Madvigius. Malim τι καὶ) ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς[*](ἐναρίθμοις mei) ὑποσύμβολα[*](ἀπὸ συμβολῆς?) προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν
ἀλγηδόνα τοῦ σώματος[*](em. Turnebus: ὄμματος) ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι τὸ φύσει φιλοθέαμον[*](Anonymus: φιλόθεσμον) ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.