Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ[*](ἥλῳ X: ἡλίῳ) τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν· ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν[*](προάγειν] subiectum est τὸν ὄμβρον) μηδʼ ἀναφαίνειν. ὁ δʼ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ

ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν[*](*: διοσημείων) εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης[*](παρομοιώδης mei) ἔφη βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλʼ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης[*](ὑιαίνης iidem), οἷς τὰ ἄκρα τῶν ἱστίων[*](τῶν ἰστῶν Reichardtius) οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δʼ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν[*](νεφῶν Turnebus: 3 Vd 7 E) ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δʼ εἶπεν ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι[*](πικρὰς φαίνωμαι?) συμβολὰς τῶν ὕδνων πρασσόμενος.

αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ[*](ἢ om. mei) ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δʼ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δʼ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ[*](em. Emperius: ἐξαιρεῖ) τὴν ψυχρότητα καὶ

συνεκπονεῖ[*](συνεκπονεῖ *: συνεκπίνει cf. Xen. Cyr. 1, 2, 16: ἐκπονοῦντες τὸ ὑγρόν) τὸ ὑγρόν· ὥστε μάλιστα τὸ[*](τὸ μάλιστα aut μάλιστα R) προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ[*](R: ἐμποιεῖν) τὰ τοιαῦτα τοῖς ἀρδομένοις[*](ἀρχομένοις mei)· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ[*](τα *) τὴν ἶριν ἐξανθοῦντα νέφη, καθʼ ὧν ἂν ἐπερείσῃ[*](ἂν ἐπερείσῃ] περ ἄν ὕσῃ W) ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρʼ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν[*](*: ἱερεῖς αὐτὰ (ἐρίσκηπτα Salmasius); ἰρισκηπτα enim vocari debent ligna οἷς ἂν ἡ ἷρις ἐπισκήπτῃ) ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ[*](πολλῷ *: πολλῶν δὲ nam hinc incipit apodosis ad ἐπεὶ δὲ καὶ κεράσεων κἑ (vid. lin. 2)) μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες[*](post ὑγρότητες dat 3 litt. lac. unus Vd quae nulla esse vid. propter marg.) αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ[*](φυτῷ Exemplum Turnebi: 3-4 Vd 7 E τῷ) τὸ ὕδνον οὐδʼ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλʼ ἄρριζον καὶ ἀβλαστές[*](ἀβλαστὲς idem: 6-7 Vd 9 E) ἐστι[*](ἐστι Vulcobius: ἔτι) καὶ ἀπολελυμένον, τῷ καθʼ ἑαυτὸ σύστασιν[*](σύστασιν Ex. Turnebi: τὴν στάσιν) ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. εἰ δέ γε γλίσχροςἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ
μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος[*](θειότης mei) πρόσεστι.

παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα[*](em. Turnebus: ὑπεζωσμένους τὸ νόμισμα idem: τονο 3-4 Vd 7-8 E μα) πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ[*](δὲ] δὴ Herwerdenus. Abesse malim ut προσελθόντα (fort. add. τινὰ) ab οἶδα pendeat) παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ[*](τὰ W) καθʼ ἑαυτὸν δρᾶν[*](δρᾶν Doehnerus: ὁρᾶν) καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων[*](κυλιχνίων Basileensis: λυχνίων) ἀργυρῶν ξυλίνοις ἐγκειμένων[*](eadem: ἐγκειμένοις) ἐλύτροις τὸν μὲν[*](ib. τὸ μὲν mei) ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ

οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν
  1. φίλος δέ μοι
  2. [*](Nauck. p. 612)
  3. ἄλουτος[*](ἄλουτος Musgravius: ἀλλʼ οὗτος ib. φάραξι mei) ἐν φάραγξι σήπεται νέκυς.
ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω[*](em. R: παρατετάχθω)· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν[*](παρακαλῶμεν] add. ἐπιμετρεῖν R), ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους[*](Ἀνδροκύδους] cf. Athen. p. 341 a). ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα[*](Anonymus: ἐνεργέστερα) καὶ κάλλιστα[*](καὶ μάλιστα mei) τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ[*](τέχνῃ] τῇ τέχνῃ R) κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει[*](em. Ex. Turnebi: φησί) τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσαντας[*](φιλοσοφήσαντας] φιλοσοφῆσαι τὰ W) περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ---[*](lac. 3 Vd 4 P) ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν ---[*](lac. 2-3 solus Vd. Fort. supplendum ὡς ὁρᾷς: ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπαθείας καὶ τὴν αἰτίαν (sc. τῆς εὐπαθείας) ἐᾶν πρόδηλόν πως εἶναι πειθούσης) προδήλῳ τῷ εἶναι πειθούσης.

ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν[*](fort. ἐμοῦ δὲ παρακελευομένοις λέγοντος ἄκαιρον cett.) εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας[*](ἐμβάλλοντα mei) παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν[*](πάρεισι iidem) συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον· ὅμως δʼ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν[*](περὶ τὴν] τὴν M: περιττὴν R) κίνησιν ὀξύτητος; ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν ὥς φησι Δημόκριτος[*](Δημόκριτος] Mullach. 1 p. 359)---[*](lac. 5 Vd 8 E) παρʼ αἰθρίης στέγειν ---[*](lac. 4-5 Vd 6 E. Supplet ὃ μὴ τὸ παρʼ αἰθ στέγει σέλας W. Malim οἶον μὴ τὸ π. αἰ. στέγειν λαμπρὸν (vel simile quid) σέλας) σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος[*](σίδηρος Turnebus: 5-7 Vd 7 E), χαλκός, ἄργυρος, χρυσός[*](χρυσὸς] idem: 5 Vd 6 E), ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν[*](ἀντερείδειν Basileensis: 2-3 Vd. 7 E τερείδειν) τῶν δʼ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων[*](em. X: καθαριματίων) καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ

ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφʼ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν[*](καὶ μανὸν] malim μανὸν ὂν) καὶ ἀνώμαλον[*](ἀνώμαλον] ἀμαλὸν vel ἁπαλόν ἐστι R. Potius ἀνειμένον, nam adiectivum requiritur cui oppositum sit συνεχὲς) καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, διʼ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις[*](em. Turnebus: διισταμένοις Malim διαπταμένοις). τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δʼ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. πρόσλαβε[*](προσέλαβε mei) δὲ τούτοις ἔφην οὔτι μικρὰν[*](οὔτι μικρὰν *: ἔτι μικρὰν cf. οὔτι μικρῷ p. 784 d) ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφʼ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν[*](malim θανεῖν) ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ
συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλʼ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος
πολλοὺς γάρ ὡς ὁ Εὐριπίδης φησὶ βροντῆς πνεῦμʼ[*](πνεῦμʼ] τραῦμʼ Theo Expos. rerum math p. 48, 3. πλῆγμʼ F. G. Schmidtius. Malim πῦρ quod cum πμʼ facile confundi potuit cf. Nauck. p. 677) ἄναιμον ὤλεσε
καὶ γὰρ[*](γάρ] δὲ Theo) ἄλλως[*](ἄλλους mei) τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δʼ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν.