Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖ[*](δὲ δεῖ] δὴ δεῖ W. Fort. apodosis est in ὅρα deleto ἀλλʼ ut intermedia φίλον δὲ - - - συνεργόν parenthetice accipiantur cf. Praefat. p. LVI) μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι Δικαίαρχος[*](Δικαίαρχος] Mueller. 2 p. 268) εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς;. φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ διʼ ἀρετῆς ἁλώσιμον· εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν. ἀλλʼ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς; πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. διότι τῶν

μὲν ἄλλων ζητεῖν ἐκφορὰν κἀνελεύθερον[*](em. X: κἂν ἐλεύθερον (ἀνελεύθερον Vd P)) ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναι[*](em. Epmperius: ἀπεῖναι) καὶ ἡδὺ καὶ σεμνόν ἐστι. καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷ[*](αὐτῷ mei) καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἣκει καὶ παιδιᾶς[*](M: παιδείας) καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσιν[*](συνενδίδωσιν?)· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον ὁ· οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας; ἀλλʼ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστον[*](ἐπέραστον?) καὶ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτων[*](em. R: εὐτυπώτατον) καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων.