Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
πρὸς ταῦτα τῷ Ἀρίστωνι[*](πρὸς ταῦτα τὰ Ἀρίστωνος Benselerus) ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας[*](*: τιθηνὰς), τὴν Ἴτην[*](Ἰτην] Ἰδην X ex Apollodori 1, 1, 6) καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ
καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.Εὐθύδημος ὁ Σουνιεὺς[*](Σουνιεὺς] συνιερεὺς W ex p. 700e) ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτʼ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.
ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ[*](ἔφη φησὶν ὁ W: ἔφη ὁ Vd) ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ
ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ[*](φθορᾶ R: φθορᾶς) μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν[*](κωλύειν] χαλᾶν W. διαλύειν an μωλύειν?)· ἂν δʼ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δʼ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶςἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε,
- ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ
[*](Bergk. 2 p. 399)- ὀξὺς ἐλλάμπων·
τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς
- μὴ πρὶν μένος ἠελίοιο
[*](Hom. Ψ 190)- σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν·
μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς[*](Nauck. p. 744) κατὰ τὸν Ἴωνα.
λεχθέντων δὲ τούτων, ἐγὼ τἄλλα μέν ἔφην εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν[*](σύμπαν] συμβὰν Madvigius probabiliter) οὐ δεῖ· καὶ γὰρ[*](καὶ τῷ μᾶλλον - οὐ δεῖ· καὶ γὰρ W: καὶ τὸ μᾶλλον κατὰ τὸν τῆς θερμασίας καιρὸν τὸ σύμπαν· οὐ δεῖ γὰρ cf. Macrob. 7, 16, 20) ἥλιον ὁρῶμεν ἧττον[*](ἤττω mei) ἐν[*](ἐν Hirschigius) τῷ χειμῶνι θάλποντα
καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δʼ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει[*](Hirschigius: ἐνδιαφθείρει) τὰς σάρκας. οὐκοῦν οὐδʼ ἡ σελήνη διʼ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλʼ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς. ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλʼ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς[*](φλογὸς] ὡς λόγος mei) ἐργάζονται τὸν χρυσόν, οἱ δʼ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δʼ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδʼ αἴρας[*](ἀρὰς (ἀρᾶς E) mei) ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν· αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας; καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς[*](τῶν ἐν τοῖς R: ἐνίοις) σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι[*](τίτθαι Aldina: τιτθαὶ) δεικνύναι πρὸς[*](πρὸς Basileensis) τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμιν[*](καὶ τὴν Ἀρτεμιν οἶον ἀερότεμιν Λοχείαν cett.)λοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δʼ ἄντικρὺςγίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως διʼ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες[*](παγέντες M: πάντες) τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον[*](τὸν χρόνον W: 2-3 Vd 6 E νον) ἀντέχωσιν· οἱ δʼ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα[*](τάχιστα W)· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι[*](ἀποδεῖ σῆψις εἶναι Herwerdenus: ἀποδεὴς εἶναι ἀποβάλη mei. Malim ὑπερβάλῃ, si modum excedat, ut de re deadem p. 289 f. dixit πλεονάσασα)· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται[*](em. Basileensis: ἐξαιροῦνται) καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης
- διὰ κυάνεον πόλον ἄστρων,
[*](Bergk. 3 p. 620)- διὰ τʼ ὠκυτόκοιο σελάνας.
οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας[*](καὶ δίας Σελάνας effeci ex καὶ ἀσελάνας librorum).[*](Bergk. 3 p. 54) οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον[*](ἄγαν ὑγραντικὴν ἔχον *: ἀνυγροντι 2-3 Vd 5 E κὴν) καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι[*](τι M: καὶ) στυπτικὸν ἐν αὑτῷ[*](αὐτῷ *: αὐτῷ)· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί[*](οἱ ἰατροί?), καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις[*](χαλκωρυχίοις) ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα[*](em. R: καὶ πίπτουσα Macrobius legisse vid. κἀμπίπτουσα) τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ[*](ποιητοῦ] cf. B 577. ν 19. ω 467. 500) προσαγορεύεσθαι. Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 863, 28a sq.)· δὲ καὶ τὰ τραύματὰ φησι τἀπὸ[*](τἀπὸ *: τὰ ἀπὸ) τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ[*](δυσαλδῆ R) καὶ ῥᾴονʼ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ[*](δὲ X) καὶ τῷ σήποντι τὸ στῦφον[*](στῦφον] ἄτυφον mei) καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει[*](ἔχει R: ἔχειν) τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.
ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖ[*](δὲ δεῖ] δὴ δεῖ W. Fort. apodosis est in ὅρα deleto ἀλλʼ ut intermedia φίλον δὲ - - - συνεργόν parenthetice accipiantur cf. Praefat. p. LVI) μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι Δικαίαρχος[*](Δικαίαρχος] Mueller. 2 p. 268) εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς;. φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ διʼ ἀρετῆς ἁλώσιμον· εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν. ἀλλʼ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς; πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. διότι τῶν
μὲν ἄλλων ζητεῖν ἐκφορὰν κἀνελεύθερον[*](em. X: κἂν ἐλεύθερον (ἀνελεύθερον Vd P)) ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναι[*](em. Epmperius: ἀπεῖναι) καὶ ἡδὺ καὶ σεμνόν ἐστι. καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷ[*](αὐτῷ mei) καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἣκει καὶ παιδιᾶς[*](M: παιδείας) καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσιν[*](συνενδίδωσιν?)· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον ὁ· οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας; ἀλλʼ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστον[*](ἐπέραστον?) καὶ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτων[*](em. R: εὐτυπώτατον) καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων.