Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον[*](Ἐπίκουρον] vid. Usener. p. 117), ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ[*](οὐχὶ πεζοὺς ἀλλʼ *: οὐχι 4-5 Vd 8 E cf. Xen. Symp. fin. et Aesch. Pers. 19 οἱ μὲν ἐφʼ ἵππων οἱ δʼ ἐπὶ ναῶν ι πεζοί τε βάδην) ἐφʼ ἵππων ἐπὶ συνουσίας[*](συνουσίᾳ?) πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου[*](Ἐπίκουρον] vid. Usener. p. 117) λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν[*](καὶ ἀνακρούσει R) ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα[*](κάκιστα S: μάλιστα)
δὲ τοὺς παρὰ[*](παρὰ Turnebus: περὶ) πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον[*](ἄτοπον R: ἄπορον) ἐν[*](ἐν] om. mei) δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι[*](παραλέξαιobiter narrare bene habet) μῦθον ἀμβλὺν[*](ἀμβλὺν ὄντα Doehnerus: ἀμβλύνοντα) ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ[*](ἐν οἴνῳ] bene habet) συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς[*](τοὺς R: τοῦ) Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς[*](em. Salmasius: διαμερισμοὺς) ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου[*](Ἐπικούρου] vid. Usener. p. 117) διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ[*](οὐκ Vulcobius) ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς
ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ[*](μὴ] om. mei) παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων[*](κἀκμοχλευομένων Usenerus) τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον[*](em. Doehnerus ἀνάδαστον) γίγνεσθαι τὸν ὄγκον[*](ὄγκον] οἴκον), ὥσπερ[*](ὥσπερ] ὥσπερ οἶκον probabiliter Huttenus) ἐκ θεμελίων γιγνόμενον[*](γιγνόμενον] κινούμενον Turnebus. σειόμενον Duebnerus. Nihil opus)· οὐδὲ γὰρ εὖ ῥεῖν[*](εὖ ῥεῖν] εὐρεῖν mei) τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην[*](em. W: συμπεφυρμένον) ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα[*](πνεύματα R) διεξιούσης καὶ φευγούσης[*](φευγούσης] σφυδούσης Usenerus), τὰ τοιαῦτα πράττειν, πρὶν[*](πρὶν R: ʽὑφʼ) ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις[*](lac. 5 Vd 3 P soli: ἴσως?)· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν[*](ἰατρικὸν Turnebus: πατρικὸν) λόγον. ὁ[*](ὁ] οὐ mei) γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός[*](em. M: ἀσθενέστερον) ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον[*](em. Doehnerus: ἄραβον) καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.ὑπολαβὼν δʼ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι[*](προσεῖναι mei)· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ[*](ὑπεξέφυγέ πως καὶ S: πῶς ὑπεξέφυγε, quam librarii adnotationem ex margine in textum illatam puto) παρήγαγε λέγων[*](λέγων R: λόγῳ) πρὸς ταύτην[*](ταύτην *: τὴν) ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δʼ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται[*](ἔσται] malim ἐστιν) ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δʼ οὐκέτι καιρός.
Ἀθλητικὰ ταῦτʼ εἶπεν ὁ Σώκλαρος ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν[*](κρεοφαγιῶν *: κρεωφαγιῶν) ἐκείνων, οὐκ ἐν δέοντι. νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφʼ ὧν δεῖ φιλοτήσια[*](φιλοτήσια] cf. Hom. λ 246) ἔργα τελεῖσθαι· καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις
σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος[*](Ἐπίκουρος] vid. Usener. p. 118) ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι[*](καίτοι] ἧς τὸ Doehnerus) κράτιστον αὐτῇ θεῶν[*](κράτιστον - θεῶν] πλεῖστον θεῶν αὐτῇ Ἀφροδίτης Cobetus. πλεῖστον αὐτῇ θεῶν Doehnerus. cf. Kock. 3 p. 209) μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη[*](συνετέθη *: ἐνετέθη) γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν[*](ἐξελαύνων mei) τῶν ὀμμάτων τὸ αἰδούμενον[*](em. Anonymus: αἰδόμενον) καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ[*](τὸ Basileensis: τὸ μὴ) ἐνδιατρίβειν αὖθις ἐκριπίζει[*](ἐκριπίζει Turnebus: ἐκριπτεῖ) τὰς[*](τὰς Basileensis: τῆς) ἐπιθυμίας. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Phaedr. p. 250d ubi pro παθημάτων est αἰσθήσεων)παθημάτων, καὶ σφόδρα[*](σφοδρὰ R) ταῖς ἐγγὺς φαντασίαις τὴν[*](τὴν] εἰς τὴν idem) ψυχὴν ἐγείρουσα[*](ἐγείρουσαι mei) πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ[*](ποιεῖ Doehnerus coll. p. 1085 a) καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσʼ[*](ἐξοκέλλουσαν Benselerus) ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίνʼ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ[*](κἂν?) μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον[*](ἐγκαλυψαμενον Hirschigius) καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν[*](post ἀνάπαυσιν exciderit ut vid. tale quid ἡμῖν οἱ θεοὶ δεδώκασιν) τὸν δʼ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας[*](*: θαλίας), ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος
- ἀνάβαλλʼ ἄνω τὸ γῆρας,
[*](Bergk. 3 p. 656)- ὦ καλὰ Ἀφροδίτα.
κῶμοί τʼ[*](ignoti poetae versus τε Turnebus) εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν·τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ[*](em. idem: τριμμοὶ) πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς,
συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθʼ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός[*](τῆς γυναικὸς] cf. Hom. Γ 447), ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτʼ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος[*](Ἐπίκουρος] vid. Usener. p. 118) οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ[*](καὶ W) βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δʼ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ[*](αὐτῷ R) μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης[*](καθεστώσης Herwerdenus sed vid. Symb. meas), διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτʼ ἄλλο τι ὧν ἐπήγαγεν ἢ[*]([οὔτʼ ἄλλο τι ὧν ἐπή]γαγεν ἢ *: 6 Vd 8 P 15 E ταγένη) ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον[*](ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον supplevi cum W: 5-6 Vd 20 E) ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας[*](ἀπογαληνίσας W: ἀπογαλ 7-8 Vd 13 E) ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ[*](μήποτε *: μήτε) ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου[*](Ἐπικούρου] Usener. p. 284) σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δʼ ἕκαστον ἀγῶνες ἐκδέχονται διʼ ἡμέρας, γυμνάσια δʼ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον[*](διακεχυμένον Doehnerus: δια 7-8 Vd 13 E cf. Plat. de Legg. p. 775 c) τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν[*](μὲν ὂν *: μένον) οἷον αὐτῷ[*](αὐτῷ(sc. Epicuro) R: αὐτὸ Fr. om. Usenerus), μὴ φροντίζον[*](φροντίζον Duebnerus: φροντίζειν) τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις[*](συνεπομένοις Doehnerus ex Plat. de Legg. p. 916 d: εὖ ἑπομένοις) ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν[*](θέρος ἐμβαλεῖν] θεῶν ἱερὸν (vel θʼ ἱερὸν) προσεμβάλλειν?) καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα[*](νέα R: νέᾳ libri. νέα νέᾳ Madvigius cf. Mullach. 1 p. 355) ἐφʼ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.
τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια[*](em. Amyotus: πιθοινια) τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι
τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος[*](βεβαίως R). ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον[*](Turnebus: τοῦ δείπνου), ἐπαινουμένου[*](ἐπαινουμένου] εἰσαγομένου R) τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς[*](ὡς] πῶς Vulcobius) τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους[*](em. R: γλεῦκος) οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν[*](em. Vulcobius: προσελθοῦσαν). ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειντυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·[*](Hom. ν 69) τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.