Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη[*](ἔφη X: ἔφην)καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται[*](οὐ μὴν ἀλλὰ - ἐπικεχείρηται] haec ex fine superioris quaestionis in huius principio collocavit W).

τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν[*](μαθεῖν] μαθεῖν 11 E solus), ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ[*](τοῦ] τὸ mei) ψυχρὸς εἶναι παρέσχενοἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον;ἀλλὰ τίνος εἶπεν ἑτέρου;μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ[*](λόγῳ Basileensis: λόγου) περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ[*](Ἐπίκουρος ἐν τῷ Συμποσίῳ] vid. Usener. p. 116) πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν[*](καὶ ὡς ἂν scripsit Usenerus cum Hutteno et deinde ἔχουσι cum aliis, quae ego non intellego. Ut locus fertur subiectum ἔχωσι verbi est αἱ ἄτομοι) ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.

ταῦτʼ εἶπεν[*](em. Turnebus εἰπὼν) ὁ Φλῶρος ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς[*](ἡμᾶς] del. Doehnerus)· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτὸς τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί[*](ἐστι τῇ φύσει?), μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ[*](τὸ] τῷ R) ψυχρὸν εἶναι τὸν οἶνον;οὕτως ἔφην ὑπὸ[*](ὑπὸ] ὡς ὑπὸ W) δυεῖν τότε

προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δʼ ὑπῄει[*](ὑπίειμι mei) μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου[*](στομάχῳ Vd cum inseqq. coniungens) θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν· ὡς δʼ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ[*](καρδίᾳ Benselerus: καρδίᾳ οἶνον) προσφέρειν ἄκρατον. ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ[*](τὰ X: καὶ τὰ) πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δʼ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ’ ἡδονῆς καὶ ἀναπαύει[*](καὶ καταπαύει?) τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης[*](οὔσης] add. αὐτῷ W) πρὸς ἐκεῖνα[*](ἐκεῖνα M: ἐκεῖνο) τῆς διαφορᾶς. ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλʼ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν[*](αὐτῶν] del. Doehnerus) διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ
σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ[*](ἐκπήξῃ R) παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. ἰῶνταὶ γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων[*](κραιπαλούντων mei) κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθʼ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα[*](ἅμα R: ἀλλὰ) πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δʼ εἰπεῖν[*](em. W: ὅμως δὲ εἶπον), ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας[*](ὁμοιότητας] ποιότητας W) ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτʼ ἐστίν· ὡς γὰρ ἔοικε, μάλιστα[*](μάλιστα Vulcobius: μάλιστα δὲ Fort. μάλιστά γε), ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ[*](οἱ] οἱ νέοι Hirschigius coll. p. 650 f. probabiliter) μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός[*](τινός] τις R) ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα διʼ
ὑπερβολὴν ψυχρότητος· καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δʼ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς; καὶ κρυώδους δυνάμεως[*](δυνάμεως] δυνάμεως ἐνούσης?); ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι[*](em. R et in Vd ας oblitteratum est: ἰάσασθαι) δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ[*](αὐτῷ Turnebus: αὐτὸ)τοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ[*](εἴ γε δὴ W: εἰ δὲ μὴ) ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.