Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Εὐθύδημος ὁ Σουνιεὺς[*](Σουνιεὺς] συνιερεὺς W ex p. 700e) ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτʼ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.

ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ[*](ἔφη φησὶν ὁ W: ἔφη ὁ Vd) ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ

ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ[*](φθορᾶ R: φθορᾶς) μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν[*](κωλύειν] χαλᾶν W. διαλύειν an μωλύειν?)· ἂν δʼ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δʼ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς
  1. ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ
  2. [*](Bergk. 2 p. 399)
  3. ὀξὺς ἐλλάμπων·
ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε,
  1. μὴ πρὶν μένος ἠελίοιο
  2. [*](Hom. Ψ 190)
  3. σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν·
τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς
μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς
[*](Nauck. p. 744) κατὰ τὸν Ἴωνα.

λεχθέντων δὲ τούτων, ἐγὼ τἄλλα μέν ἔφην εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν[*](σύμπαν] συμβὰν Madvigius probabiliter) οὐ δεῖ· καὶ γὰρ[*](καὶ τῷ μᾶλλον - οὐ δεῖ· καὶ γὰρ W: καὶ τὸ μᾶλλον κατὰ τὸν τῆς θερμασίας καιρὸν τὸ σύμπαν· οὐ δεῖ γὰρ cf. Macrob. 7, 16, 20) ἥλιον ὁρῶμεν ἧττον[*](ἤττω mei) ἐν[*](ἐν Hirschigius) τῷ χειμῶνι θάλποντα

καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δʼ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει[*](Hirschigius: ἐνδιαφθείρει) τὰς σάρκας. οὐκοῦν οὐδʼ ἡ σελήνη διʼ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλʼ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς. ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλʼ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς[*](φλογὸς] ὡς λόγος mei) ἐργάζονται τὸν χρυσόν, οἱ δʼ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δʼ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδʼ αἴρας[*](ἀρὰς (ἀρᾶς E) mei) ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν· αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας; καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς[*](τῶν ἐν τοῖς R: ἐνίοις) σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα.
διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι[*](τίτθαι Aldina: τιτθαὶ) δεικνύναι πρὸς[*](πρὸς Basileensis) τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμιν[*](καὶ τὴν Ἀρτεμιν οἶον ἀερότεμιν Λοχείαν cett.)λοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δʼ ἄντικρὺς
  1. διὰ κυάνεον πόλον ἄστρων,
  2. [*](Bergk. 3 p. 620)
  3. διὰ τʼ ὠκυτόκοιο σελάνας.
γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως διʼ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες[*](παγέντες M: πάντες) τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον[*](τὸν χρόνον W: 2-3 Vd 6 E νον) ἀντέχωσιν· οἱ δʼ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα[*](τάχιστα W)· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς
πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι[*](ἀποδεῖ σῆψις εἶναι Herwerdenus: ἀποδεὴς εἶναι ἀποβάλη mei. Malim ὑπερβάλῃ, si modum excedat, ut de re deadem p. 289 f. dixit πλεονάσασα)· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται[*](em. Basileensis: ἐξαιροῦνται) καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης
οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας[*](καὶ δίας Σελάνας effeci ex καὶ ἀσελάνας librorum).
[*](Bergk. 3 p. 54) οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον[*](ἄγαν ὑγραντικὴν ἔχον *: ἀνυγροντι 2-3 Vd 5 E κὴν) καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι[*](τι M: καὶ) στυπτικὸν ἐν αὑτῷ[*](αὐτῷ *: αὐτῷ)· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί[*](οἱ ἰατροί?), καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις[*](χαλκωρυχίοις) ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα[*](em. R: καὶ πίπτουσα Macrobius legisse vid. κἀμπίπτουσα) τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ
ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ[*](ποιητοῦ] cf. B 577. ν 19. ω 467. 500) προσαγορεύεσθαι. Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 863, 28a sq.)· δὲ καὶ τὰ τραύματὰ φησι τἀπὸ[*](τἀπὸ *: τὰ ἀπὸ) τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ[*](δυσαλδῆ R) καὶ ῥᾴονʼ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ[*](δὲ X) καὶ τῷ σήποντι τὸ στῦφον[*](στῦφον] ἄτυφον mei) καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει[*](ἔχει R: ἔχειν) τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.