Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ[*](δʼ ἔφη? em. W: τοῦτον εἰ) καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς[*](τοὺς Μυσοὺς] cf. Nauck. p. 763) ἐδίδασκεν, αὐτὸς δʼ ἡμῖν ὁρᾶτε ὡς[*](ὁρᾶτε ὡς *: ὡς ὁρᾶτε cf. Praefat. p. LVIII) ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὢτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῆ αὐλείῳ, τὴν[*](τῇ αὐλείῳ τὴν (τῇ αὐλείῳ Duebnerus)*: ταῦτα τὴν) κατὰ τὰ ὄμματα καὶ

τὰς ῥῖνας, ὥσπερ καθʼ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλʼ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδʼ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ[*](γὰρ M) οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς[*](εἰς Basileensis: καὶ) Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφʼ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς· ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δʼ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις[*](φιληδονίαις Emperius: φιληδονίας Sed malim φιληδονίαις παρούσαις) ἀπηλλάχθαι προσήκει[*](ἀπηλλάχθαι προσήκει scripsi cum eodem: ἀπήλλακται lac. 2 solus Vd).

πρὸς ταῦθʼ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δʼ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ὦ τᾶν εἶπον[*](εἶπον*)[*](ἢ Leonicus: εἰ) καταθέσθαι δίκαιος εἶ μεθʼ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι[*](ἄνθεσι Turnebus: 6 Vd E) φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας

ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας. ὑπολαβὼν δʼ ὁ Ἐράτων οὕτω γάρ εἶπε δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλʼ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα[*](χρώματα mei. χρίματα Clem. Alex. p. 344 Pott. cf. Herod. 3, 22) κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δʼ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ[*](τὸ] οὐ τὸ mei) ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι[*](ἃς - φέρουσι] cf. p. 1007e et Bywater. p. 14 ὥραν mei), διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα[*](ταῦτα] ταύτας an delendum?) καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. ---[*](lac. 4-5 Vd. Fort. μᾶλλον γὰρ) ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε ---[*](lac. 3-4 Vd 2 E. Fort. φατε δήπου) μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δʼ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπʼ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς; γέγονε· τοῦ δʼ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος[*](τῶν δʼ ἀνθῶν - ἐπιμενόντων Turnebus), πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι[*](idem: ὅσφρεσθαι. Ceterum ἀφιέντα et ἐνοιγόμενα deleverim ut librarii additamenta) καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς
μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δʼ[*](δὲ] malim δʼ ἐν) ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής· καὶ οὐ μόνης ὡς ἔοικε κατʼ Ἐμπεδοκλέα[*](Ἐμπεδοκλέα] Mullach. 1 p. 13 vs. 450, qui δάφνης γὰρ χλωρῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθε versum effecit)τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν. αἱ δὲ τῶν ἀνθέων[*](ἀνθέων * hic et infra: ἀνθῶν) ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστʼ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθινοῖς; ἀναδουμένους[*](ἀναδουμένοις mei quidem) στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν
  1. κατθάνοισα[*](κατθανοῖσα libri cf. Bergk. 3 p. 111) δὲ κείσεαι·
  2. οὐ γὰρ πεδέχεις ῥόδων
  3. τῶν ἐκ Πιερίας[*](Πιερίας Stob. Flor. 4, 12: πιερίης).
εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.

ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· τεκμήρια δʼ ἔστι τινʼ ἔτι νῦν. Τύριοι μὲν[*](μὲν γὰρ?) Ἀγηνορίδῃ[*](Ἀγήνορι X) Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς; κομίζουσι·; ῥίζαι γάρ εἰσι καὶ[*](εἰσι καὶ] εἰσιν αἱ mei) βοτάναι, διʼ ὧν ἰῶντο τοὺς κάμνοντας. ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο[*](ἀνιῷντο ὑπὸ τοῦ οἴνου Doehnerus), τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπʼ αὐτῆς[*](malim ὑπʼ αὐτῇ) παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ ὁ Σοφοκλῆς[*](Σοφοκλῆς] O C 684) αὐτόν ἀρχαῖον μεγάλων θεῶν[*](μεγάλαιν θεαῖν ἀρχαῖον Sophocles) στεφάνωμα τουτέστι τῶν

χθονίων, προσηγόρευκε. φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· οὐ γάρ[*](οὐ γὰρ Turnebus: 4-5 Vd 5 E) ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ[*](em. W: ἄκρατον Sed malim ἀκράτῳ τὸ φύλλον), ἀλλʼ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα[*](καὶ ἄλλα W)[*](em. Basileensis: ἀλλανίνω 8 em. W: προσέοικεν) μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφʼ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς[*](πρὸς τὰς - ἀρχὰς] vid. Symb. meas), ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ[*](*: ἀπόρροιαι) πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν[*](em. Vulcobius: τῆς κεφαλῆς) ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δʼ ἡσυχῆ ψυχρὰ τῷ μετρίως[*](cf. Clem. Alex. p. 212 Pott. em. Basileensis: μετρίῳ) ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει[*](συστέλλει scripsi ex Clem. 1. 1.: στέλλει) τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος[*](τῆς δὲ κύπρου τὸ ἄνθος Doehnerus ex eodem)
καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δʼ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες ὑποθυμίδας ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· μαρτυρεῖ δʼ Ἀλκαῖος[*](Ἀλκαῖος] Bergk. 3 p. 166) κελεύων καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω[*](idem: πολλὰ - κεφαλᾶς - τῶ πολιῶ (τῶι πολιῶι Vd)) στήθεος. οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος; εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι[*](ἀναρπαζόμεναι?) ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν[*](cf. Bergk. 3 p. 162) ἐπιθυμίδας[*](ἐπιθυμίδας] ἐπιθυμίαις mei) γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον[*](προσὸν iidem), ἀλλʼ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δʼ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας[*](ἐγκαταδαρθέντας iidem),
ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν[*](αἴσθησιν mei)· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δʼ ἄλυσσον καλουμένην βοτάνην καὶ[*](καὶ] οἱ Doehnerus) λαβόντες εἰς τὴν χεῖρα μόνον[*](μόνον] post προσβλέψαντες collocat W), οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ· λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δʼ ἐστὶ δυνάμει τῇ δʼ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.