Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτο[*](em. X: ἐξηγεῖτο) προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν τὸ δʼ ἔριον φθειροποιόν. οὐ φαύλως οὖν ἐδόκει Πατροκλέας[*](em. Ahrensius et pr. m. ut vid. Vd: πατροκλίας) ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν ἄλλων τάχιον. περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτʼ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλʼ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι διακρίνοντα τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίγνεσθαι[*](ἐγγίγνεσθαι] οὐ γίνεσθαι mei) πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ τὸ πνεῦμα, μεταβάλλοντος ἄχρι τῶν τριχῶν[*](μεταβάλλον τὰ ἄχρι τῶν τριχῶν Doehnerus. Mihi satis est τὸ σφαττόμενον) τοῦ σφαττομένου. καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστʼ
ἀπνευστὶ τὰ πληγέντα[*](πνιγέντα mei) κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δʼ ἀποκτείνοντας[*](*: ἀποκτείναντας) μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλʼ ἐπὶ χρόνον διαμένουσαν. ὅτι δʼ αἱ κατὰ[*](αἱ κατὰ R: καὶ κατὰ) τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ἀποδηλοῦν[*](ὑποδηλοῦν S) εἴωθε τῷ[*](εἴωθε τῷ] εἰωθότα mei) λέγειν καὶ Ὅμηρος[*](Ὁμηρος] Γ 375) ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν ἱμὰς[*](ὅτι φησὶν ἱμὰς] del. vid. ut glossema ad τῷ λέγειν)βοὸς ἶφι κταμένοιο· τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλʼ ὑπὸ σφαγῆς εὔτονον τὸ δέρμα καὶ στιφρὸν[*](στιφρὸν] στριφνὸν mei. στυφρὸν Clarkins.) γίγνεσθαι· τὰ δʼ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι.ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δʼ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ρο ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας;. οὐ γὰρ τοῦ φαγεῖν ὁ Ἁγίας ἔφη χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δʼ εἰς μερίδας αὕτη κρεωδαισία[*](κρεωδαισία et κρεωπτωλικῆς mei) τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς[*](κρεωδαισία et κρεωπωλικῆς mei); τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίνʼ ἔχει διαφορὰν ἢ[*](ἢ] del. R. nihil opus) κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν[*](καὶ χοῦν] malim χοῦν), ἐμπλησάμενον[*](ἐπικλησάμενον mei) οἴνου, καὶ τράπεζαν ἰδίαν[*](καὶ τράπεζαν ἰδίαν] del. Stegmannus, sed necessaria sunt) ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθʼ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ
πρόσκειται σιωπῆς[*](em. M: σιωπῇ) ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; ἀλλὰ καὶ τοῦτʼ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης; καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος[*](ὁ αὐτὸς Madvigius) ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρʼ, ὁ[*](ἑταῖρʼ ὁ *: ἑταῖρε cf. p. 612 f.) κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον[*](καὶ μέτριον*). εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον[*](δεῖπνον Vulcobius: δείπνῳ) δʼ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δʼ Ὁμηρικὰς[*](em. Leonicus: ὀμβρικὰς) ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδʼ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρʼ αὐτοῖς πέπωκε[*](πέπωκε] cf. Hom. Δ 346). τὰ δὲ Πινδαρικὰ[*](Πινδαρικά] cf. Bergk. 1 p. 444) βελτίω δήπουθεν, ἐν οἷςἥρωες αἰδοίαν ἐμίγνυντʼ ἀμφὶ τράπεζαν θαμά[*](em. S: ἥρως αἰδοῖ ἀνεμίγνυτο - θʼ ἅμα)τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδʼ ὄψου κοινωνεῖν δυναμένων.
ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μʼ[*](παρώξυνάν μʼ] παρωξύναμεν mei) ἐπιθέσθαι. ἔλεγον[*](ἔλεγεν iidem) οὖν οὐ[*](οὐ M) ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην καὶ γὰρ[*](καὶ γὰρ] ἐδόκει κὰρ W) αὐτὸς εἶναι[*](εἶναι] εἶπεν εἶναι?) τῶν ἀδδηφαγίᾳ χαιρόντων ἐν γάρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν ὥς φησιν ὁ Δημόκριτος[*](Δημόκριτος] Mullach. 1. p. 355). ἀλλὰ τοῦτʼ αὐτό ἔφην[*](ἔφην Turnebus: ἔφη)καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην[*](ὑπὲρ εἱμαρμένην] ὑπερκρεμαμένην Madvigius coll. p. 1101 d Sed cf. Homerica ὑπὲρ αἶσαν, ὑπὲρ μοῖραν) ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν[*](ἣν X: ἦν)
πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους[*](συμμάχους τε συμμάχοις idem)[*](Eur. Phoen. 537) ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν[*](οὐδὲν W: οὐδὲν οὖν) οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ[*](κοὐ *: καὶ) νόμῳ καὶ ἀναγκαίαν[*](κἀναγκαίαν?) οὐ καινὴν οὐδʼ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα[*](πλέονα non πλείονα dixerit propter πλέονι Euripidis) δʼ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται[*](cf. Eur. Phoen. 539) τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλʼ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατʼ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδʼ ἀνελεύθερον ἀλλὰ καὶ τὰ δεῖπνα δαῖτας ἐκάλουν καὶ τοὺς ἑστιωμένους δαιτυμόναςδαιτροὺς δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. Λακεδαιμόνιοι δὲ κρεοδαίτας[*](κρεωδαίτην μει) εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπʼ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην[*](κρεωδαίτας mei) ἀποδειχθῆναι. τότʼ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτʼ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλʼ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθʼ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλʼ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν[*](ἐστίν] add. οὐδὲ δίκαίον ἐστιν R)· οὐ γὰρ οἰκείου κτῆσις ἀλλʼ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας; ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς; τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας· ἀλλὰ κἂν[*](ἀλλὰ κἂν] ἀλλʼ οὐδʼ ἂν Doehnerus) ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ[*](ἥκῃ idem: ἤκει) κομίζων, κοινὰ τὰ φίλων[*](κοινὰ τὰ φίλων] cf. Leutsch. 2 p. 76. Plat. Lys. p. 207 c), ἵνα τό ὁμοῦ πάντα[*](τὸ ὁμοῦ πάντα Doehnerus: τὰ πάντα. Sed malim τὸ ὁμοῦ τὰ πάντα) χρήματα γίγνηται κατὰ τὸν Ἀναξαγόραν[*](Ἀναξαγόραν] Mullachius 1 p. 248). εἰ δʼ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες; καὶ τὸν τῆς τύχης παῖδα κλῆρονʼ[*](cf. Nauck. p. 678) ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλʼ ὅπως ἔτυχεν ἄλλως[*](ἄλλοις?) ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν[*](συνεξαίρει γευόμενον *: οὐκ ἐξαίρει γενόμενον) τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει.
Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ὦ ἄνθρωπʼ εἶπεν εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.ἀμαθίην γὰρ ἄμεινον ὥς φησιν Ἡράκλειτος[*](Ἡράκλειτος] Bywater. p. 42)κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρʼ οἶνον
οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις[*](οἰνουμένοις) μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον[*](ἃ βέλτιον W: ἀβέλτερον) ἦν σιωπᾶν, παροινίας ἢδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ Πλάτων[*](Πλάτων] de Legg. p. 650 a sqq.) ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη[*](ἤθη Plut. Fragm. 22, 1: πάθη) τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος[*](Ὁμήροςφ 35) εἰπὼν
- ὅστʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι,
[*](Hom. ξ 464)- καὶ θʼ ἁπαλὸν γελάσαι καὶ τʼ ὀρχήσασθαι ἀνῆκε·
- καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον·
δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον[*](πολύφωνον *: 4 Vd 12-13 E νον vid. Praefat. p. LVIII) τοῦ οἴνου καὶ λόγων[*](λόγων *: 5 Vd 6 E) πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλʼ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ[*](καὶ τῷ *: καὶ τὸ) ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ[*](καὶγνῶσιν καὶ R) κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ[*](τῷ] τινα τῷ? sed cf. p. 712 b. Nic. et Crass. comp. c. 5) Αἰσώπῳ, τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, διʼ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλʼ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων. Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλʼ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς[*](τοὺς] τοὺς τοιούτους?) λόγους ἄγουσι[*](εἰσάγουσι Emperius) συνιόντες[*](em. Basileensis: συνιόντας), οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς[*](ψυχῆς] τόχης mei), τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ[*](καὶ τὸ eadem: καὶ τὸν) μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.
- οὐδὲ τραπέζῃ
- γνώτην ἀλλήλων
ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ[*](δʼ ἔφη? em. W: τοῦτον εἰ) καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς[*](τοὺς Μυσοὺς] cf. Nauck. p. 763) ἐδίδασκεν, αὐτὸς δʼ ἡμῖν ὁρᾶτε ὡς[*](ὁρᾶτε ὡς *: ὡς ὁρᾶτε cf. Praefat. p. LVIII) ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὢτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῆ αὐλείῳ, τὴν[*](τῇ αὐλείῳ τὴν (τῇ αὐλείῳ Duebnerus)*: ταῦτα τὴν) κατὰ τὰ ὄμματα καὶ
τὰς ῥῖνας, ὥσπερ καθʼ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλʼ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδʼ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ[*](γὰρ M) οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς[*](εἰς Basileensis: καὶ) Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφʼ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς· ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δʼ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις[*](φιληδονίαις Emperius: φιληδονίας Sed malim φιληδονίαις παρούσαις) ἀπηλλάχθαι προσήκει[*](ἀπηλλάχθαι προσήκει scripsi cum eodem: ἀπήλλακται lac. 2 solus Vd).