Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις

ἐνοφθαλμισμοῖς[*](ἐνόφθαλμις sic Vd ἐν ὀφθάλμοις R)· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν[*](μηλεῶν - μορεῶν *: μηλέων - μορέων) ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας. οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, διʼ ἣν μόνα τῶν φυτῶν τὰ, ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.

ὑπολαβὼν δὲ Φίλων ἔφη λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστʼ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. τὰ δʼ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντʼ[*](ἑλκωθέντα Huttenus: οἴκοθεν) ἰχῶρα[*](ἰχῶρα Madvigius: ἐχῶρας) συνάγει; ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τἄλλα[*](τἄλλα *: τὰ ἄλλα) γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιον[*](τοὔλαιον *: τὸ ἔλαιον) παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο

συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδʼ ἐμβίωσιν τοῖς ἐνθεμένοις[*](ἐντιθεμένοις an ἐντεθειμένοις?), ὥσθʼ[*](ὥσθʼ*) ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ[*](καὶ νοτερὰ Turnebus: καινοτερὰ (Vd); malim καὶ τὰ νοτερὰ) καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν[*](φλοιὸν *: φλοιὸν ὄντα Ordo verborum est: ὥστε ὥσπερ τὰ φλ. καὶ ν. καὶ τὰ μαλ. τοῖς ὑπὸ τὸν φλ. μέρεσι προσδεχομένοις (sc. τὸ ἐντεθειμένον (cf. p. 290 f) περιπτύσσεται) κολλώμενα, οὕτω καὶ τὸν φλ. περιπτ. κολλ.) μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον.

αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν[*](τὸν R) ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ[*](τὸ X: τὸν) δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ διʼ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δʼ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον τὴν δὲ χώραν ἀεῖ[*](ἀεὶ Doehnerus: δεῖ) θήλειαν ἔχειν[*](ἔχειν] ἔχειν φύσιν R) καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι[*](4 Vd 6 P προσεκλεγόμενοι?) παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις[*](em. Cobetus: 5 Vd 14 E γαλακτούσαις) ἕτερα βρέφη[*](βρέφη S: 7 Vd 5 E) προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ

πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστʼ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον.