Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν
προτρεπόμενος[*](παρερχόμενος?) ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν[*](ἀμυγδαλῶν *: ἀμυγδάλων cf. Athen. p. 52 d) πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας[*](ἀμυγδαλίδας] ἀμυγδαλῆς ῥιζας Doehnerus coll. Plin. 23, 144) δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν·[*](em. W: ἐξαίρειν) ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια[*](φλέβια Plato Tim. p. 65cd: φλεβία) τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ[*](νοτερὰ idem: μανότερα) ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις[*](δύναμις Anonymus), ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιντὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν[*](γυμνικῶν scripsi cum Faehsio: γυναικῶν cf. p. 954 b), οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν[*](τοῦ στρυφνοῦ τὸ πικρόν] τοῦ στρυφνοῦντος πικροῦ Exemplum Turnebi. Fort. add. etiam κατασβεννύναι τὸ ὑγρόν cf. p. 954 b). οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ[*](καὶ] om. mei) οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει[*](συμβαίνειν?) τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν[*](em. Ex. Turnebi: 3 Vd ἐπιπίωσι 5-6 Vd 10 E τῶν ὑγρῶν ἀθρο 7 Vd E πόντων), ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.
ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς
ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ[*](σφοδραὶ R: σφόδρα) προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον[*](καὶ σφοδρῶν ἥδιον - - ὁμοιότατον Ex. Turnebi: 7 Vd 9 E ἥδιον ἡ δὲ ἁφὴ (ἀφῆ Vd) 4 Vd nulla E τὰ ἕλκη δυσπα 9-10 Vd E τραύματα γὰρ 7-8 Vd 6 E λαμβάνοντες 5 Vd 15 E ἂ πονοῦσιν ἐ 6-7 Vd 10 E τατον) δὲ γίγνεται τὸ[*](τὸ*) τῆς[*](τῆς R: καὶ τῆς) ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.ταῦτα δʼ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων[*](ita scripsi: εὐρεσιλογούντων), ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ
γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 107 quem miror cur lacunas sibi notas non enotaverit) φησὶνἐνδηλότερον δὲ[*](δὲ] δʼ ὁ?) Σοφοκλῆς[*](em. R: ἐνδηλότερον Σοφοκλῆς] cf. Nauck. p. 312) ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) περὶ τῶν γερόντων·
εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ[*](τὰ M) τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες[*](malim ἀλλʼ ἀπάγοντες) ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;
ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτʼ ἔλεγον[*](ἔλεγον] λέγουσιν mei), ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλʼ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς
αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣ[*](ᾖ Doehnerus) περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δʼ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δʼ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν[*](αὐγῶν] αὐτῶν mei) συγκεχυμένων, ἀλλʼ ἑκατέρᾳ[*](ἑκατέρᾳ (sc. τῇ αὐγῇ) Doehnerus: ἑκατερα) χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δʼ ἀπωτέρω προθέμενοι[*](προτιθέμενοι?), μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, ὃ τῇ ἑτέρᾳ μὴ δύνανται.Λαμπρίας δʼ ὁ ἀδελφὸς[*](ἀδελφὸς S: 5 Vd 7 E) τὴν Ἱερωνύμου ---[*](ib. lac. 5-6 Vd 10 E. μόνον S. Malim δόξαν καὶ οὐκ ἀνεγνωκὼς ὅμως ἔτυχε διʼ εὐφυϊαν ἐμπεσών cett.) οὐκ ἀνέγνωκεν ---[*](lac. 7 Vd E. Post ἐμπεσὼν unus Vd dat 2-3 lac., quae propter proximam marg. nulla esse vid.) εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι[*](εἴδεσι S: 4 Vd 6 E) πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς
τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲν[*](ἄπωθεν τὰ μὲν] ἀπὸ μὲν mei) θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ[*](αὐτῶν i.e. τῶν ἀνθῶν Benselerus) ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.