De exilio
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας· ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλʼ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες· δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος. οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως· ὅπου δʼ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰπεῖν
οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ·[*](Kock. 3 p. 52) κομιδῇ γελοῖόν ἐστι, μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης.
ὅθεν αὐτοὶ καθʼ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν[*](σταθμὸν W: θυμὸν ) ἐξετάζωμεν[*](ἐξετάζωμεν W: ἐξετάζομεν ), τὸ μὲν γὰρ· σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέα[*](καὶ βαρέα del. Stegmannus. καὶ βαρέα καὶ χαλεπὰ Sauppius)καὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον. ἔξεστι δʼ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο[*](τοῦτο] τουτί Doehnerus)
[*](Eur. Phoen. 389) τοῦ δʼ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον[*](τοὐπιγραμμάτιον *: τὸ ἐπιγραμμάτιον ) πεποίηκε,τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.
- Σάρδιες, ἀρχαῖος[*](ἀρχαῖαι Anthologia) πατέρων νομός[*](νομός W: νόμος ), εἰ μὲν ἐν ὑμῖν
[*](vid. Anthol. Palat. VII 709)- ἐτρεφόμην, κερνᾶς[*](κερνᾶς Iacobsius: κέλσας (κέρνας Anthol.))· ἦν τις ἂν ἢ[*](ἦν τις ἂν ἢ Duebnerus: ἤ τις ἀνὴρ (ηστισαν ἢ Anthol.)) βακέλας[*](βακέλας Ursinus: μακέλας )
- χρυσοφόρος, ῥήσσων καλὰ[*](καλὰ] λάλα Meinekius) τύμπανα· νῦν δέ μοι Ἀλκμὰν
- οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,[*](πλυτρίποδος Anthologia: πολίτης )
- καὶ Μούσας ἐδάην Ἑλικωνίδας,[*](Ἑλικωνίδας Anthologia: ἑλληνίδας ) αἵ με τυράννων
- θῆκαν Δασκύλεω κρείσσονα[*](κρείσσονα] μείζονα Anthologia) καὶ Γύγεω.
ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή. καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν· ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν. ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίγνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον.[*](ἀνίατον] malim ἀνίκητον vel ἄμαχον ) εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς, ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτʼ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον. οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες, ἤ, καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν, οἴκοι μετέχειν ἀλύπως.
ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον
θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως·τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;ʼ[*](Kock. 3 p. 430) πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρʼ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος[*](Ὅμηρος] cf. Ω 525) ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δʼ ἄκρατα ῥεύματα τῶν κακῶν· ἀλλʼ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων.
διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον
ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον[*](τἀλλότριον *: τὸ ἀλλότριον ) ἐκλεαίνοντας· ὧν δʼ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλʼ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις[*](μετάστασις X: κατάστασις ) ἐκ τῆς νομιζομένης; πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδʼ οἶκος οὐδʼ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδʼ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δʼ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων[*](Πλάτων] Tim. p. 90 a), φυτὸν οὐκ ἔγγειον οὐδʼ ἀκίνητον ἀλλʼ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης[*](ἱστάσης *: ἱστώσης), πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ[*](εὖ μὲν ὁ Stobaeus 40, 3: ὁ μὲν ) Ἡρακλῆς εἶπενὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδʼ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος[*](ὡς ἄν τις - Κορίνθιος] del. Stegmannus)· ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν.
- Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι[*](Nauck. p. 914)
- μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς.
οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί[*](εἰσιν ὅροι), καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτʼ ἀλλοδαπός, ὅπου ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφʼ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς; καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει[*](εὐθείᾳ περαίνει κἑ] ex Plat. de Legg. p. 716 a) κατὰ φύσιν περιπορευόμενος· τῷ δʼ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.
τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτὸν[*](Κολλυτὸν Duebnerus: κολυττὸν ) οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες. ἆρʼ οὖν ξένοι καὶ ἀπόλιδὲς εἰσιν Ἀθηναίων οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς ἐκδεχόμενοι καὶ στέργοντες·; οὐκ ἂν εἴποις. τί οὖν τῆς οἰκουμένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν
ἀποδεικνύουσιν[*](ἀποδεικνύουσιν idem: ὑποδεικνύουσιν ) οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν; ἀλλʼ ἡμεῖς ὥσπερ μύρμηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες[*](οὐδὲ μεμαθηκότες] accesit ex Stobaeo) οἰκεῖα τὰ[*](τὰ ex eodem) πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί. καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ· τρόπον τινὰ ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων. ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δʼ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν[*](στενοχωροῦμενStobaeus) ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν. εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθὲς ὅτι[*](ὅτι] om. mei codd. malim ὡς) τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν.Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν,
ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν[*](ἔχωσιν Duebnerus: ἔχουσιν ) εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί· μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν[*](ἄγκυραν καὶ R) κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως[*](ῥᾳδίως Stobaeus: ῥᾷον. Unde fort. ῥᾳδίως ἄλλον, omisso proximo ἄλλον quod accessit ex Stobaeo) οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας· οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε. Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα, Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ εἶπεν ἐκείνων ἐν Πόντῳ μονήν,ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου[*](ἀξένου Hercherus ex Eur. Iph. T. 253: εὐξείνου ) πόρου.[*](πόρου Salmasius ex eodem: πόντου )Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, τί οὖν εἶπεν οὐκ ἐρρᾳδιούργησας,[*](ἐρρᾳδιούργησας *: ἐρᾳδιούργησας ) ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς[*](μετέστης Cobetus); ὅπου φησὶν ὁ κωμικὸς[*](κωμικὸς] Kock. 3 p. 551. cf. 1 p. 79) τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ[*](καὶ] κού?) πάντʼ[*](πάντα] σπάνια Duebnerus) ἔχειν ὅσων δεῖ[*](δεῖ] οὐ δεῖ Cobetus) τὴν νῆσον.
ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος. οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν.
Σπάρταν ἔλαχες, ταύταν κόσμει,[*](Nauck. p. 588) κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφʼ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὗ δʼ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων ἑλοῦ βίον ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει, κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει, καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν· εἰσένεγκε,[*](εἰσένεγκε Cobetus: εἰσένεγκαι ) πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον
σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι[*](κἀμφυτευεσθαι Naberus) κακήν,[*](Nauck. p. 914. Kock. 3 p. 613) οὐκ ἀθυμῶν οὐδʼ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ[*](Σιμωνίδῃ] Bergk. 3 p. 412) γυναικῶν,
ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός·[*](ὀρυμαγδός Duebnerus: ὀρυγμαδός )ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, ὧ Ἡράκλεις εἶπεν ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης.
οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας[*](γʼ Ὑρίας idem: Θουρίας ) ἐνταῦθα πλησίον οὔσης· ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος , ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων[*](Ἀλκμέων *: ἀλκμαίων ) ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου[*](Ἀχελῴου *: ἀχελώου ) προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς[*](ταραχὰς Emperius: ἀρχάς ) καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν
ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκιςοὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.
ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος[*](Καλλίμαχος] fr. 481 ed. Schneiderus) τό
μὴ μετρεῖν[*](μετρεῖν] om. mei) σχοίνῳ Περσίδι τὴν σοφίην;ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ
εἶτα μετʼ ὀλίγον λέγοντος
ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον
- οὑμὸς δὲ πότμος[*](οὐμὸς δὲ πότμος Porsonus: θυμὸς δέ ποθʼ ἁμὸς ) οὐρανῷ κυρῶν ἄνω,
- ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε·
- γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν;
ἑκὰς ἀνδρῶν[*](ἀνδρῶν Homerus ζ 8: ἄλλων ) ἀλφηστάωνκαὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων
ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ,[*](id. ζ 204) τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δʼ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία[*](ποία] om. mei codd.) φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας; ἡ δʼ Ἀκαδήμεια,[*](Ἀκαδήμεια *: ἀκαδημία ) τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθʼ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος[*](Θεόκριτος] Mueller. 2 p. 86) ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας
ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής,
- εἵλετο ναίειν
- ἀντʼ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
Λῆμνον δʼ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος·[*](Hom. Ξ 230) καὶ
ὅσσον Λέσβος ἄνω, μακάρων[*](μακάρων] Μάκαρος Homerus) ἕδος, ἐντὸς ἐέργει·[*](id. Ω 544) καί
Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον·[*](id. Ι 668)καὶ
καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.
- οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων[*](ιδ. β 625)
- νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα.
ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγʼ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς. ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ[*](καὶ κινδύνους ἐν θαλάσσῃ] om. mei codd.) καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον[*](ἲδιον] bene habere vid.) βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν.[*](τῇ τῶν ἀν. χρείᾳ R)
ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ[*](τὸ\ τὸ δὲ an καὶ τὸ?) μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις[*](πολλάκις] transponit post ἕτεροι R)τυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν· εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις[*](πορθμείοις *: πορθμίοις ) ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ[*](τὰ R) μέτρα φησὶν ὁ Ἡράκλειτος·[*](Ἡράκλειτος] Bywater. p. 12) εἰ δὲ μή, Ἐρινύες[*](ἐριννύες mei) μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα[*](τἄλλα *: τὰ ἄλλα );
πόντος ἁλὸς, ὃ πολεῖς[*](πόντος - πολεῖς] ἀλὸς πολιῆς ὃ πολέας Hom. Φ 59) ἀέκοντας ἐρύκει·σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον,[*](μόνον] μόνου Duebnerus. Deleverim) ἀλλʼ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν τῷ οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδʼ ἀγωνοθετοῦμεν ἀντίθες[*](ἀντίθες scripsi cum Emperio: ἂν ἀντιθῇς ) τὸ οὐ στασιάζομεν οὐδʼ[*](οὐδʼ Stegmannus: οὐκ ) ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν οὖν[*](οὐδὲν οὖν R: οὐδὲ νῦν ) μέλει ἡμῖν[*](ἡμῖν μέλει Benselerus), ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος[*](ἀκράχολος *: ἀκρόχολος ) εἰ ἐπαχθής. ἀλλʼ[*](ἀλλʼ Basileensis: ἀλλʼ ὡς. unde ἐπαχθὴς ἄλλως, ἀλλʼ R) ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών
οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου[*](δέ που R. malim δὲ δήπου ) καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ Νέμεʼ ἐν[*](Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ, Νέμεʼ ἐν ego addidi) Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος· τὸ τοῦ Διογένους Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει μήτε πραγματείας μήτʼ ἄρχοντος μήθʼ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.
- ἣδε δʼ ὥστʼ ὄνου ῥάχις
[*](Bergk. 2 p. 389)- ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής,
διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον[*](ἀγκύριον] ἀκάτιον Cobetus) ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης;[*](Εὐριπίδης] Nauck. p. 467)
ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου[*](δὲ δήπου W: διʼ ἐπῶν ) καὶ τουτὶ τοὐπιγραμμάτιον[*](τὸ ἐπιγραμμάτιον codd.)
- ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
- αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις
- πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς,
- ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι.[*](εἰσαγώγιμοι Lycurgus in Leocratea $ 100: ἀγώγιμοι )
- εἰ δὲ πάρεργον[*](εἰ δʼ ἐκ παρέργου idem) χρή τι κομπάσαι, γύναι,[*](γυναῖκες mei codd.)
[*](Nauck. p. 677)- οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον[*](κεκραμένον X: συγκεκραμένον )
- ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει.[*](συμπίτνει Nauckius: συμπιτνεῖ )
- ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει[*](τʼ ἐκτρέφει Musgravius: τε τρέφει ) κάλλιστα γῆς,
- δέλεαρ[*](γῆς, δέλεαρ *: τῆς δὲ ἔλεαρ ) ἔχοντες τήνδε[*](τήνδε Lobeckius) συνθηρεύομεν
καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δʼ Ἡροδότου Ἁλικαρνησέος[*](Ἀλικαρνησέος *: ἀλικαρνασέως ) ἱστορίης ἀπόδεξις[*](ἀπόδεξις *: ἀπόδειξις ) ἥδε[*](ἤδε] τόδε mei codd.) πολλοὶ μεταγράφουσιν ʽ Ἡροδότου Θουρίοὐ· μετῴκησε γὰρ εἰς Θουρίους[*](Θουρίους X: θούρους ) καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δʼ ἱερὸν καὶ δαιμόνιον
- Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
- μνῆμα καταφθίμενον πυροφόροιο Γέλας
ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχαςὍμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.
εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς· σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ *: ἀκαδημίᾳ ), τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον. εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου[*](Ἐρέσου Basileensis: ἐφέσου ), Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ[*](εἰ] εἰς mei codd.) τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος,[*](Ἄσσιος S: λύσιος ) Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς· ὁ δʼ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλʼ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι,
τὰ μὲν ἄλλα λόγοις τοῦτο δʼ ἔργοις ἡμᾶς διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι. καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν. Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην· Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος[*](φίλιππος mei codd.) ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς[*](ποιητὴς] Ἰουλιήτης Cobetus) ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδʼ ἔρριψαν ἑαυτούς, ἀλλʼ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, διʼ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δʼ ἐκβαλόντων καὶ καταστασιασάντων[*](καταστασιασάντων Emperius: στασιασάντων ) οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται .διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται· τοῦ δὲ μηδὲν ἀλλʼ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην; ἠδόξει δὲ Κάμιλλος ἐκ
τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδʼ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.ἀλλʼ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθʼ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος·
[*](Eur. Phoen. 388) ταῦτα πρώτως[*](πρώτως] ὁρᾷς ὡς R. Bene habet. cf. Thesaurus in v. Fort. etiam respecitur ad p. 570 lin. 6 τὰ δʼ ἑξῆς ) οὐκ ὀρθῶς οὐδʼ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸ μὴ λέγειν ἅ τις φρονεῖ, ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκεσιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές.[*](Nauck. p. 486)ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν· ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς,[*](ὃς] ὁ mei codd.) Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντʼ ἐξέβαλε, ναί εἶπε μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον. ἐπιδείξαντος δʼ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντος οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας· τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;[*](τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; supplevi ex p. 499 d) τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς; κατάσκοπος, ναί, κατάσκοπος ἔφη τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα[*](ὄντα βασιλέα?) φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών σὺ τί κρέας λέγει σκοπεῖς,[*](σκοπεῖς Madvigius: ποιεῖς ) οὐ τί νοῦν ἔχων ἄνθρωπος; ἀλλʼ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν[*](κἀγαθῶν *: καὶ ἀγαθῶν ) ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ.[*](ex Demosth. 19, 208) τὰ δʼ ἑξῆς τοῦ Εὐριπίδου ποῖὰ τινʼ ἐστίν; [*](Eur. Phoen. 396) καὶ τοῦτο τῆς ἀβελτερίας[*](ἀβελτερίας hic et infra Duebnerus: ἀβελτηρίας ) ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδʼ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλʼ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. ταῦτʼ ἢδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ
ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης·
ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθʼ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν.
ἀλλʼ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλʼ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, διʼ ὃν ἥκουσι[*](ἥκουσι *: οἰκοῦσι. quam coniecturam nunc video ab Emperio occupatam) νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλʼ αὐτὸς ἐποίησε. τῇ δʼ Ἐλευσῖνι τί
λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι Φρυγία σού ἐστιν ἡ μήτηρ; καὶ γὰρ ἡ τῶν θεῶν τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδʼ αὐτὸς ἐπανῆλθεΦοίνιξ πεφυκώς, ἐκ· δʼ ὁρίζεται[*](ἐκ δʼ ὁρίζεται ex ἐκ δʼ ἀμείβεται (vid. Nauck. p. 627) consulto effecit Plutarchus, ut ad γένος apposite subiungeret: εὔιον ὀρσιγύναικα κἑ. cf. Paus. 3, 24, 3) γένος,ʼεἰς τὰς Θήβας παραγενόμενος, εὔιον ὀρσιγύναικα[*](εὐήνορσι γυναῖκα - θύοντα mei codd. correxi ex p. 389 b) Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς; καὶ περὶ μὲν ὧν Αἰσχύλος[*](Αἰσχύλος] Suppl. 214) ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών
ἁγνόν τʼ Ἀπόλλω[*](Ἀπόλλω M: ἀπόλλωνος ) φυγάδʼ ἀπʼ οὐρανοῦ θεόνεὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ὁ δʼ Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach. 1 p. 1) ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας
οὐχ ἑαυτόν, ἀλλʼ ἀφʼ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλʼ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν· τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων· τὸ δʼ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις· εἶθʼ, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων[*](Πλάτων] Phaedr. p. 250 c), ὀστρέου τρόπον ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν[*](μὴ ἀναφέρειν μηδὲ μνημονεύειν Stobaeus 40, 5: μὴ μνημονεύειν μηδὲ ἀναφέρειν )
- ἔστιν[*](ἔστιν R: ἔστι τί ) ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
- εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ[*](μιήνῃ] μιν codd. mei),
- δαίμονες[*](δαίμονες κἑ] δαίμων οἵτε βίοιο λελόγχασι μακραίωνος Mullachius) οἵ τε μακραίωνος[*](μακραίωνος Karstenius: μακραίωνες ) λελόγχασι βίοιο·
- τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι.
- τὴν[*](τὴν] intellegit ὁδὸν Karstenius. ὡς dat Philoponus) καὶ ἐγὼ νῦν εἶμι[*](εἶμι Philoponus: εἰμὶ ) φυγὰς θεόθεν καὶ ἀλήτης·
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου[*](ὄσσου Stobaeus: ὅσου ) μήκεος ὄλβου[*](vid. Mullach. 1. 1.) μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλʼ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν[*](ἐὰν idem: ἵνα ) μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς[*](ἀγεννὲς] εὐγενὲς R) ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον· ἀνθρώπου δʼ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδʼ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλʼ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπʼ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.