De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ὁ δὲ Γαλαξίδωρος ὦ Ἡράκλεις εἶπεν ὡσἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ διʼ ἀσθένειαν· οἱ

δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ[*](φιλοσοπφίᾳ R: φιλοσοφίας)δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ[*](εἰ X: ἢ) πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς[*](εἰς θεοὺς ἐπαναφέρει τὰς τῶν πράξεων ἀρχὰς an corrigendum ὑπαναχωρεῖ?) ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι,[*](περιβαλέσθαι R: περιβάλλεσθαι) τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. ὑπολαβὼν δʼ ὁ Θεόκριτος τί γάρ εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν οὐδαμῶς ἔφη τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμο
νίας ἀνάπλεων [*](ἀνάπλεων R: ἀνάπλεω) φιλοσοφίαν ἀπὸ Πυθαγόρου --- [*](lac. 26 fere E, 26 B. Fort. supplendum: ἀπὸ Πυθαγόρου καὶ Ἀναξαγόρου, παρὰ δ; Ἐμπεδοκλέους) Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ[*](ὥσπερ πρὸς τὰ] αὖ περὶ τὰ W. ὥσπερ ἔρωτι πρὸς τὰ?) πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι[*](μετιέναι Duebnerus: μετιεῖναι) τὴν ἀλήθειαν.

εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἷον [*](οἶον] οἵαν? cf. Hom. K 279. ν 300) Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν πάντεσσι πόνοισι παρισταμένην, τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ἥ[*](Hom. Υ 95) μόνη τοι[*](τοι] γʼ οἱ?) πρόσθεν ἰοῦσα τίθει, φάος ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν[*](ἐν W) οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δʼ ἐπιστὰς καὶ σιμπείσας [*](συμπείσας] σιωπήσας W. συμμύσας?) προσέσχεν αὑτῷ[*](αὑτῷ] οὕτω BE) συχνὸν χρόνον· εἶτʼ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν

κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο[*](ἀνεκαλεῖτο φάσκων αὑτῷ W cum Amyoto: lac. 23 BE) φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετʼ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δʼ αὐτοῖς διὰ τῶν ἑρμογλύφων[*](ἑρμολύφων R: ἑρμογλυφιῶν) παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι[*](ἀθρόαι *: ἀθρόοι) βορβόρου περίπλεοι καὶ κατʼ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δʼ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστʼ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος --- [*](lac. 8 E 7 B supplet verbis ἡμᾶς ἅμα καὶ W) θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδʼ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.