De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

οὐ γὰρ οὖν εἶπεν ὁ Φειδόλαος· ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δʼ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις πλεῖον[*](πλέον?) ἐξάγγειλον ἡμῖν· λέγονται

γὰρ οἱ κατʼ Αἴγυπτον ἱερεῖς[*](ἱερεῖς Turnebus: ἱερέες) τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ[*](ἃ] ὃν R) παρʼ ἡμῶν ἔλαβεν Ἀγησίλαος; τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος. καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθεὶς οὐκ οἶδʼ[*](οἷδα] εἶδον Amyotus) ἔφη τὸν πίνακα τοῦτον, ὦ Φειδόλαε· γράμματα δὲ πολλὰ παρʼ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην, --- [*](lac. 8 litt. παρʼ ᾧ ποτε?) ποτὲ συμφιλοσοφοῦντες διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δέ, πέμψαντος βασιλέως καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως ἀποστεῖλαι πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν[*](τῶν] τινῶν?) παλαιῶν παντοδαποὺς χαρακτῆρας, ἀντέγραψε τῷ βασιλεῖ καὶ· πρὸς ἡμᾶς ἔφρασεν, ὡς Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν[*](ἢν Cobetus) Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπʼ Αἰγύπτου περὶ Καρίαν Δηλίων τινὲς ἀπήντησαν, δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ προβεβλημένον.
ἦν δὲ[*](δὲ] δὴ Turnebus) χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες ʽἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, διʼ ἀπειρίαν ἀναλογίας ἣ τῷ μήκει διπλάσιον παρέχεταἰ,[*](ἣ - παρέχεται] ᾗ τὸ μήκει διπλάσιον ὀκταπλάσιον παρέχεται κατὰ τὸ στερεὸν Holwerda) Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας, οἷον ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι[*](τοι] τι BE) φαύλης οὐδʼ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς[*](τὰς] περὶ τὰς Turnebus) γραμμὰς ἠσκημένης ἔργον εἶναι[*](εἶναι W: εἶναι καὶ) δυεῖν μέσων[*](μέσων Leonicus: μέσον) ἀνάλογον[*](ἀνάλογον] ἀνὰ λόγον Holwerda) λῆψιν· μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν Κυζικηνὸν Ἑλίκωνα[*](Ἑλίκωνα p. 463 c: ἑλικῶνα) συντελέσειν· μὴ τοῦτο δʼ οἴεσθαι[*](δʼ οἴεσθαι R: δεῖσθαι) χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν, καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις συμφέρεσθαι.

μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ

ἡμῶν Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα[*](ὄντα R: lac. 7 E 5-6 B) μετὰ γενναίας δὲ[*](δὲ X) καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως --- [*](lac. 7 E 11 B. ἔστι δέ τις supplet X. Malim πρὸς ἡμᾶς vel ἡμῖν) ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. καὶ ὁ Σιμμίας ἡσθεὶς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, διʼ ἣν οὐκ εὐθὺς ἣκει πρὸς ἡμᾶς; ἐκεῖνον[*](ἐκεῖνον] ἐκεῖ W) ἔφη νυκτερεύσαντα περὶ[*](περὶ] malim παρὰ) τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτʼ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δʼ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτʼ εἰπὼν ἐσιώπησεν.

ὁ δὲ Γαλαξίδωρος ὦ Ἡράκλεις εἶπεν ὡσἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ διʼ ἀσθένειαν· οἱ

δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ[*](φιλοσοπφίᾳ R: φιλοσοφίας)δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ[*](εἰ X: ἢ) πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς[*](εἰς θεοὺς ἐπαναφέρει τὰς τῶν πράξεων ἀρχὰς an corrigendum ὑπαναχωρεῖ?) ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι,[*](περιβαλέσθαι R: περιβάλλεσθαι) τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. ὑπολαβὼν δʼ ὁ Θεόκριτος τί γάρ εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν οὐδαμῶς ἔφη τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμο
νίας ἀνάπλεων [*](ἀνάπλεων R: ἀνάπλεω) φιλοσοφίαν ἀπὸ Πυθαγόρου --- [*](lac. 26 fere E, 26 B. Fort. supplendum: ἀπὸ Πυθαγόρου καὶ Ἀναξαγόρου, παρὰ δ; Ἐμπεδοκλέους) Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ[*](ὥσπερ πρὸς τὰ] αὖ περὶ τὰ W. ὥσπερ ἔρωτι πρὸς τὰ?) πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι[*](μετιέναι Duebnerus: μετιεῖναι) τὴν ἀλήθειαν.

εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἷον [*](οἶον] οἵαν? cf. Hom. K 279. ν 300) Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν πάντεσσι πόνοισι παρισταμένην, τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ἥ[*](Hom. Υ 95) μόνη τοι[*](τοι] γʼ οἱ?) πρόσθεν ἰοῦσα τίθει, φάος ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν[*](ἐν W) οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δʼ ἐπιστὰς καὶ σιμπείσας [*](συμπείσας] σιωπήσας W. συμμύσας?) προσέσχεν αὑτῷ[*](αὑτῷ] οὕτω BE) συχνὸν χρόνον· εἶτʼ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν

κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο[*](ἀνεκαλεῖτο φάσκων αὑτῷ W cum Amyoto: lac. 23 BE) φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετʼ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δʼ αὐτοῖς διὰ τῶν ἑρμογλύφων[*](ἑρμολύφων R: ἑρμογλυφιῶν) παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι[*](ἀθρόαι *: ἀθρόοι) βορβόρου περίπλεοι καὶ κατʼ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δʼ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστʼ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος --- [*](lac. 8 E 7 B supplet verbis ἡμᾶς ἅμα καὶ W) θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδʼ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.