De Genio Socratis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δʼ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν
ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν[*](δὲ τὸν Exemplum Turnebi: lac. 6 E 7 B) ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ Φίλιππος κελεύουσὶ σε ταχέως ἄγειν ἐπʼ αὐτοὺς Ἀμφίθεον ὁ δʼ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ[*](αὐτῷ Holwerda: αὐτῷ) τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπειδόμενος[*](ὑπιδόμενος *: ὑπειδόμενος) τὸ πλάσμα πότʼ ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον; ἅμα δὲ[*](ἅμα δὲ] ὁ δʼ ἅμα?) τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθʼ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν,. οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων[*](ἀνεπήδων W: ἀπεπήδων) ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες· οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἢδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος; ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν[*](ἔθεσιν W: ἢθεσιν) ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων αἱ δʼ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν[*](αὑτῶν *: αὐτῶν) ἠκολούθουν, οὐδεὶς δʼ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρʼ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων, πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἢδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἐπορευόμην πρὸς αὐτούς· ἧκον δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δʼ ἀπήγγειλα καθʼ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότʼ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ[*](αἵ τε στοαὶ Turnebus ex Vit. Pel. c. 12: αἵ θʼ ἑστίαι ) πλήρεις οὖσαι παντοδαπῶν λαφύρων, καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν[*](οἰκετῶν] οἰκείων W) τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δʼ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατʼ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων, οἱ μὲν καὶ καπνίζοντες --- [*](lac. 15 E 19 B. fort. καὶ οἱ μὲν λακωνίζοντες ἐκ τῆς πόλεως ἐπὶ τὴν Καδμείαν ) τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω[*](κάτω Turnebus: καὶ τῶ ) νυκτερεύειν· οἱ δʼ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν
ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακισχιλίους τὸ πλῆθος ὄντες· ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως; προυφασίζοντο Λυσανορίδαν. περιμένειν[*](περμένειν R: παραμένειν ) γὰρ[*](lac. 15 BE supplet γὰρ αὐτὸν ὀφείλοντα παραγενέσθαι τῆς ἡμέρας ἐκείνης R. Fort. γὰρ αὐτὸν ἀπόντα τῆς ἡμ. ἐκείνης vel tale quid) ἡ τῆς ἡμέρας ἐκείνης. διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες· Ἡριππίδαν[*](Ηριππίδαν *: ἑρμιππίδαν ) δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον[*](ἀπηλλάττοντο R) μετὰ τῶν στρατιωτῶν.