De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθʼ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς θύρας ἀραγμός· καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων. θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δʼ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. λέγει δʼ ἅτερος Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστὰ σʼ[*](σε Duebnerus) ἣκειν πρὸς αὐτούς. ἐρομένου τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον, οὐδὲν ἴσμεν ὁ ὑπηρέτης ἔφη πλέον· ἀλλὰ τί λέγωμεν αὐτοῖς; ὅτι νὴ Δίʼ εἶπεν[*](εἶπεν] εἰπεῖν BE) ὁ Χάρων θεὶς τὸν στέφανον ἢδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι μεθʼ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς ὡς· ἀγόμενος.[*](ὡς ἀπαγόμενος Herwerdenus) οὕτως ἔφησαν[*](ἔφησαν] ἔφη BE) ποίει καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν[*](ὑπὸ πόλιν] fort. ὑπὸ τὴν ἀκρόπολιν. cf. p. 598 e) φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων ἐκεῖνοι μὲν οὖν ᾤχοντο.

τοῦ δὲ Χάρωνος εἰσελθόντος; πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δʼ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλʼ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε,[*](ἀρχέδαμε BE hic et infra) παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, οὗτος εἶπεν ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων[*](πρὸς τε δαιμόνων R) ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθʼ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν[*](συμπεσὸν idem: συμπόσιον) ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις[*](τοῖς ἐχθίστοις W) ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλʼ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες· ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. τὸ δʼ ὅλον εἶπεν ὁ Πελοπίδας οὐδʼ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ
Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθʼ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵνʼ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς; ἐπὶ τοὺς τυράννους. οὐκ ἔστιν εἶπεν ὁ Χάρων ἀλλʼ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθʼ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς ἀλλὰ τόλμα παρʼ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων, καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δʼ ἐλπὶς ἔτι λείπεται· καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.

δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός· αὐτὸς[*](αὐτὸς R: οὖτος) δʼ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδος αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς[*](ἀδεὲς Basileensis: ἀδαὲς) πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτʼ ὠχριάσαντος μήτʼ ἐκπλαγέντος, ἀλλʼ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος[*](Διόγονος R), εἷς τῶν φίλων,[*](Διότονος εἶς τῶν Κηφισοδώρου φίλων Stegmannus. Possis etiam Διότ. εἶς τῶν φίλων Κηφισοδώρου (vel Κηφισοδώρῳ cf. p. 596 e)) παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπʼ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας

βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς· εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους[*](πρὸς ἀλλήλους] πρὸς αὐτοὺς X ut cum συμπλέκεσθαι iungatur. Ego aliter distinxi) ἀσυντάκτους καὶ σποράδας, ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.