De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας[*](lac. 41 E 17 B supplenda vid. cum Amyoto verbis ὡς δεξομενος τοὺς φυγάδας) ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν

ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.

οἱ δʼ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δίʼ[*](νὴ Δίʼ R: ἤδη) ἀλλʼ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας[*](τίνος οὐσίας Turnebus: τίς οὐσία) καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδʼ αὖθις ἐρέσθαι πολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ,[*](ἡγούμενον BE) τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι·[*](φασκούσης iidem) προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου[*](ἢ λόγου] ἀλόγου iidem) νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· ὥσπερ καὶ καθʼ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, διʼ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι --- [*](lac. 19 E 15 B suppleo: ὅταν δʼ ἐγρηγορότες ὦσι) μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι[*](πεπνιγμένοι R: πεπνυμένοι) γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ

παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δʼ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι μικρὰ[*](μικρὰ Basileensis: μὴ μικρὰ) τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν · τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, διʼ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν. ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην· ἡ δʼ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμάς, οὐ βιαίους[*](βιαίους R: βιαίως) ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλʼ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας.[*](ἐνδούσαις BE. ἐνδόσεις?) οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς; οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας[*](ἄκρας Herwerdenus: ἔκρᾳ) παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλʼ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. ψυχὴ δʼ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη, μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει
ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, · ἅμα[*](ἅμα] ἀλλʼ ἅμα) τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ[*](ἐν μνηστείᾳ (i.e. μνήμῃ)) βαλέσθαι[*](βαλέσθαι τι *: ἐν νηστείᾳ βαλέσθαι contrarium legitur p. 489 c; ἐν ἀμνηστίᾳ - τίθεσθαι. Cf. Plat. Menex. p. 239 c: ἔτι τʼ ἐστὶν ἐν μνηστείᾳ (=μνήμῃ)) τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. εἰ δʼ ὁ[*](εἰ δʼ ὁ W: οὐδὲ ὁ. Apodosis est οὕτως οὐκ ἂν οἶμαι κἑ) τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως[*](συντάσεως καὶ παρασπάσεως R) τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθʼ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλʼ ἐν ὅσῳ[*](ἀλλʼ ἐν ὅσῳ μάλα] corr. vid. μᾶλλον δʼ ᾖ σῶμα μάλα) μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως[*](οὕτως] iungendum cum δυσπειστως) οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν[*](ἔχοιμεν W: ἔχει μὲν) ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι[*](ἂν ἄγεσθαι W: ἀγαγέσθαι) θύραθεν ἐφαπτομένης ἣν[*](ἣν R: ᾗ) πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς[*](φῶς] φῶς πρὸς?) ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις[*](δυναμένοις] δαιμονίοις Herwerdenus. συνεῖναι δυναμένοις Stegmannus) ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδʼ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους; οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ[*](αὐτὰ] i. e. τὰ νοούμενα) δʼ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν[*](ἔνεστιν R: ἔπεστιν) ἴδιόν τι καὶ
δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος διʼ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν οὐκ[*](οὐκ Amyotus) ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων[*](ἀμεινόνων Holwerda: ἀμει cum lac. 5 E 3 B) ὁ ἀὴρ τρεπόμενος διʼ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν --- [*](lac. 6 E 8 B. supplent μεταλλευόντων R. ὑπορυττόντων Herwerdenus) οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τῶν δʼ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν· οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δʼ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς[*](αὐτοὶς *: αὐτοῖς) ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο[*](ἀπήλλακτο R: ἀπήλλακται) Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς
ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλʼ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ Μούσαις, τὰ δʼ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.

ἡμῖν μέν,[*](μὲν] μὲν οὖν?) ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο[*](εἰρηκότων ἄλλο *: ἄλλο εὐρηκότων nisi quod om εἰρηκότων BE) καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ[*](μὴ] εἰ μὴ Herwerdenus) μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα[*](ὁμοιότερα ἢ λόγοις ὄντα Herwerdenus: ** (21 E 23 B) λογίσονται) σιωπᾶν ἄμεινον.μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε,[*](malim τετελεύτηκε) καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις[*](ὀλίγαις Basileensis: αἶς) πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι

κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε[*](διέφυγε *: διέφευγε) τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.

ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτʼ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτʼ ἐγρήγορεν εἴτʼ ὠνειροπόλει[*](ὀνειροπολεῖ Stegmannus; ego malim ἐγρηγόρει vel ἐγρηγορὼς ἦν) πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δʼ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον[*](ἐκπεταννύμενον Basileensis: ἐκτεταννυμένον) ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατʼ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ[*](ὥσπερ] ὥστε ὥσπερ Herwerdenus) βαφὴν ἄγειν[*](προσάγειν R) τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δʼ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλʼ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ

ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν[*](lac. 6 E 8 B) εἶναι γὰρ ὁμολογουμένην[*](ὁμολογοῦσαν R) τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δʼ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς --- ἐφέλκεσθαι τῇ --- [*](lac. 8 E 9 B supplet verbis ἀνίσως τε καὶ πλαγίως Amyotus; posteriorum 36 E 22 B verbo ῥύμῃ R) σχεδὸν ὑποφερομένας.[*](ὑποφερουμένας R: ὑποφερομένης) εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δʼ ἀραιὰ τενάγη[*](fort. corr. κατὰ νότον μάιστα, πῆ δʼ ἀραιὰ (vel potius εὐρέα) τενάγη cett.) καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν[*](ἀπολείπειν *: ἀπολιπεῖν) αὖθις[*](αὖθις] εὐθὺς Holwerda) οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς[*](τῆς *: τὰς) χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δʼ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν· δὲ ῥοθίων τὰς νήσους ἅμα[*](ἅμα] fort. ἅμα τῷ, ut sit: οὐδὲν δὲ τῶν ῥοθίων ἅμα τῷ περαιουμένας (ita W pro περαινομένας) τὰς ν. ἐπανάγειν, συνάπτειν (αὐτὰς) εἰς ταὐτὸ πέρας τῇ ἀρχῇ) περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλʼ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ[*](τοῦ om. BE) περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ[*](αὐτῷ Leonicus: αὐτὸ) κατεφαίνετο· δύο δʼ
αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας[*](ἐμβάλλοντας *: ἐμβαλόντος) ἐναντίους ποταμοὺς δεχομένας, ὡς[*](ὡς] malim ὥστʼ) ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν[*](κοχλάζειν *: κολάζειν) καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δʼ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλʼ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δʼ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον; ἀλλʼ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὧν[*](ὧν R: ὡς) ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δʼ αὐτοῦ τίς ἡ Στύξ ἐστιν; ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ[*](ἐξ) ἐναντίας, αὐτῇ[*](αὐτῇ R: αὐτὴ) σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δʼ, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει[*](fort. κάτωθεν ψαύει περιφερομένη τοῦ φωτός, καὶ ἀφορίζει cett.) τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δʼ εἰσὶν ἀρχαὶ πάντων[*](πάντων] πάσης BE), ζωῆς μὲν ἡ πρώτη κινήσεως
δʼ ἡ δευτέρα γενέσεως δʼ ἡ τρίτη φθορᾶς; δʼ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον; τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθʼ, ἣλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην; τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα· λαμβάνεται δʼ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά· καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δʼ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως[*](τῆς γενέσεως ἡ R: ἡ τῆς γενέσεως) ἡ τελευτὴ συνέπεσε[*](συνέπεσε *: ἐνεπεσε), πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δʼ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπʼ ἄλλην γένεσιν, ὡς ὁρᾷς. ἀλλʼ οὐδὲν[*](οὐδὲν ἕτερον?) ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δʼ ᾅττοντας[*](ᾄττοντας R: ἀπόντας) αὖ κάτωθεν. αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλʼ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθʼ
ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δʼ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλʼ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ διʼ ὅλων ἀναταραχθεῖσαι[*](ἀνακραθεῖσαι W) τὸ σύμπαν ὑπὸ παθῶν. διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δʼ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλʼ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν,[*](αὐτῶν W: αὐτῶν) ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατʼ ἀνταύγειαν οἱ δʼ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δʼ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δʼ ἄνω διαφερόμενοι δαίμονὲς εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ[*](ᾧ *: ᾗ) τῇ ψυχῇ συμπέφυκε. ταῦτʼ ἀκούσας αὐτὸς[*](αὐτὸς] add. ἔφη R) ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν
ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας,[*](ὁμοίως ἔγκλισιν (ἄνω κάτω) τεταραγμένην καὶ ἀνώμ ἔχοντας? cf. p. 564 a) οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπʼ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν[*](οὐκ ἄγαν Turnebus: οὐ κατὰ γαῖαν) σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δʼ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις[*](ἀναγώγοις idem: ἀναλώτοις) διʼ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας; ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε[*](ἐνθένδε] ἐνδόθεν (l. ἔνδοθεν) Herwerdenus) τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης· μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ[*](καὶ Turnebus)
κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου[*](Ἑρμοδώρου] Ἑρμότιμος vocatur a Luciano) τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθʼ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτʼ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη· μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο· μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δʼ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δʼ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δʼ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ · νῦν δʼ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν[*](αὐτὸν] 1. e. se) ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδʼ αἰσθάνεσθαι τῶν καθʼ ἑαυτόν· εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.