De Genio Socratis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας[*](lac. 41 E 17 B supplenda vid. cum Amyoto verbis ὡς δεξομενος τοὺς φυγάδας) ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν
ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.οἱ δʼ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δίʼ[*](νὴ Δίʼ R: ἤδη) ἀλλʼ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας[*](τίνος οὐσίας Turnebus: τίς οὐσία) καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδʼ αὖθις ἐρέσθαι πολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ,[*](ἡγούμενον BE) τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι·[*](φασκούσης iidem) προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου[*](ἢ λόγου] ἀλόγου iidem) νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· ὥσπερ καὶ καθʼ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, διʼ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι --- [*](lac. 19 E 15 B suppleo: ὅταν δʼ ἐγρηγορότες ὦσι) μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι[*](πεπνιγμένοι R: πεπνυμένοι) γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ
παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δʼ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι μικρὰ[*](μικρὰ Basileensis: μὴ μικρὰ) τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν · τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, διʼ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν. ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην· ἡ δʼ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμάς, οὐ βιαίους[*](βιαίους R: βιαίως) ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλʼ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας.[*](ἐνδούσαις BE. ἐνδόσεις?) οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς; οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας[*](ἄκρας Herwerdenus: ἔκρᾳ) παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλʼ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. ψυχὴ δʼ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη, μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, · ἅμα[*](ἅμα] ἀλλʼ ἅμα) τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ[*](ἐν μνηστείᾳ (i.e. μνήμῃ)) βαλέσθαι[*](βαλέσθαι τι *: ἐν νηστείᾳ βαλέσθαι contrarium legitur p. 489 c; ἐν ἀμνηστίᾳ - τίθεσθαι. Cf. Plat. Menex. p. 239 c: ἔτι τʼ ἐστὶν ἐν μνηστείᾳ (=μνήμῃ)) τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. εἰ δʼ ὁ[*](εἰ δʼ ὁ W: οὐδὲ ὁ. Apodosis est οὕτως οὐκ ἂν οἶμαι κἑ) τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως[*](συντάσεως καὶ παρασπάσεως R) τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθʼ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλʼ ἐν ὅσῳ[*](ἀλλʼ ἐν ὅσῳ μάλα] corr. vid. μᾶλλον δʼ ᾖ σῶμα μάλα) μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως[*](οὕτως] iungendum cum δυσπειστως) οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν[*](ἔχοιμεν W: ἔχει μὲν) ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι[*](ἂν ἄγεσθαι W: ἀγαγέσθαι) θύραθεν ἐφαπτομένης ἣν[*](ἣν R: ᾗ) πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς[*](φῶς] φῶς πρὸς?) ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις[*](δυναμένοις] δαιμονίοις Herwerdenus. συνεῖναι δυναμένοις Stegmannus) ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδʼ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους; οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ[*](αὐτὰ] i. e. τὰ νοούμενα) δʼ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν[*](ἔνεστιν R: ἔπεστιν) ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος διʼ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν οὐκ[*](οὐκ Amyotus) ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων[*](ἀμεινόνων Holwerda: ἀμει cum lac. 5 E 3 B) ὁ ἀὴρ τρεπόμενος διʼ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν --- [*](lac. 6 E 8 B. supplent μεταλλευόντων R. ὑπορυττόντων Herwerdenus) οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τῶν δʼ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν· οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δʼ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς[*](αὐτοὶς *: αὐτοῖς) ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο[*](ἀπήλλακτο R: ἀπήλλακται) Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλʼ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ Μούσαις, τὰ δʼ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.