De Fato

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν.

πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ[*](Φαίδρῳ] p. 248 c) λέγων θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ[*](Τιμαίῳ] p. 41 e) νόμους οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ[*](Πολιτείᾳ] p. 617 d) ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα. τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ

ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη.

ἡ δὲ κατʼ[*](ἡ δὲ Anonymus: τῇ ) οὐσίαν ἔοικεν εἶναι σύμπασʼ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην[*](τρίτην Duebnerus: τρίτην εἰς ) τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετʼ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δʼ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπʼ αὐτῆς[*](malim ἐπʼ αὐτῇ ) τεταγμένα τὰ ἐπίγεια. δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατʼ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθʼ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτʼ ἐπειράθημεν ἐξηγήσασθαι.

πάλιν γε μὴν τὴν κατʼ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν[*](Turnebus: λέγομεν ) περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δʼ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων[*](ὄντων) τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσʼ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος; ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον

ἄπειρον ἂν εἴη. ἔτι δʼ ἂν[*](ἔτι δʼ ἂν] ἔτι δʼ ἂν μᾶλλον?) μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ὅταν τῶν ὀκτὼ περιόδων ὥς φησιν ὁ Τίμαιος[*](Τίμαιος *: τιμαῖος cf. p. 39 d) τὰ πρὸς ἄλληλα[*](ita Plato: προσάλληλα ) συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ[*](τοῦ idem) ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τʼ ὄντι καὶ θεωρουμένῳ πάνθʼ ὅσα τε κατʼ οὐρανὸν ἃ τʼ[*](ἅ τʼ] ὅσα τʼ W) ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) καταστήσεται, πάλιν δʼ ἐξ ἀρχῆς ὅλα κατὰ[*](ὅλα κατὰ W: ὅσα κεῖται ) ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατʼ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ[*](κατὰ Vulcobius: κεῖται ) πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετʼ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται,[*](παρέσονται W: παρέσονται W: παρέχονται ) ἑκάστη τὰ αὑτῆς[*](αὑτῆς *: αὐτῆς ) ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν. οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γʼ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθʼ ὅλα καὶ κατὰ[*](ὅλα καὶ κατὰ W: ὅσα κεῖται ) μίαν τὴν ὅλην περίοδον καὶ καθʼ ἑκάστην
τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος[*](χρόνος W: χρόνου ) κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη.

σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ[*](κατὰ Turnebus: κεῖται ) μέρος οὐδʼ ἡ καθʼ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε[*](κατʼ αὖ τόδε C. F. Hermannus: κατʼ αὐτὸ δὲ ) τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς[*](ὃς W) πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως[*](ἀκολούθως] καθόλου W) τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ[*](ᾗ W) τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς

φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως. ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ[*](ὄντα W: πάντα ) ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε[*](εἶναί τε W: ἔν τε ) τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι[*](προηγεῖσθαι W: προηγεῖται ) δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός,[*](τοιοῦτος μέντοι γε ὁ θειος νόμος καὶ ὁ πολιτικὸς W ex verss. T Am. X) τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω.[*](οἰεσθω] νοείσθω W) ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως[*](πως W: πρὸς ) ἑτέρῳ τινὶ ὡς ἀληθῶς[*](ἀληθῶς] ἀληθὲς?) ὑποτεθέν, ὁπόσα[*](ὁπόσα] corruptum) ἀκολουθίαν σημαίνει. θεσμός τε Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν,[*](ἀληθῶν W ex Platone: ἀληθῶς ) μέχρι τῆς[*](τῆς] τε τῆς Plato) ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ[*](ἀεὶ posterius idem) ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον
τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι.

ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ πάντα καθʼ εἱμαρμένην. εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην[*](εἱμαρμένην W: εἱμαρμένην οὐδʼ εἰ καθʼ εἱμαρμένην πάντα ) οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ[*](τὸ δʼ εἴπερ] τὸ δʼ ἀριστεύειν καὶ τυραννοκτονεῖν εἴπερ W. malim τοῦτο δʼ εἴπερ ) ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ

ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται[*](προηγεῖται] προείρηται C.F. Hermannus) οὐκ ὀρθὸν λέγειν[*](ὀρθὸν λέγειν Anonymus: ὀρθολογεῖν ) καθʼ εἱμαρμένην.

τούτων δʼ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γʼ ἐφʼ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά[*](αὐτά W: ταῦτα ) τε σῴζοιτʼ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δʼ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλʼ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δʼ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφʼ ἡμῖν προϋποκεῖσθαι· τὸ δʼ ἐφʼ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφʼ ἡμῖν διὰ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δʼ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου[*](ἀνθρώπου X: lacuna 16 litt. in V² ) εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη

δὲ περὶ ἄνθρωπον, οὐσία δʼ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων[*](τούτων] τούτων ὄντων?), δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δʼ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δʼ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατʼ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δʼ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. τὰ μὲν οὖν πρότερʼ ὡς ἐξ ἀνάγκης γιγνόμενʼ ἀναγκαῖα προσαγορεύεται, ἃ[*](ἃ Duebnerus: τὰ ) δέ πως[*](δέ πως *: δὲ πρὸς ) τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δʼ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, τὸ δʼ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θʼ ἅμα καὶ δυνατόν, ἀντίκειται δʼ[*](δʼ *) ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τὸ δʼ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ
καὶ ἐπʼ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφʼ ἡμῖν τε[*](τε] malim δὲ) τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμʼ ἢ ψῦχος, ὧν[*](ὧν ἑκάτερον ἐπὶ] τῶν ἑκατέρων ἐστὶ W) τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ· δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφʼ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφʼ ἡμῖν· δύο γὰρ εἶναι[*](εἶναι] ἔχει W) εἴδη, τὸ τʼ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τʼ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν[*](ἂν *) τις εἴποι. ἔχει δὲ λόγον μὴ[*](μὴ] ᾗ W) τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθʼ ὁρμὴν καὶ ἐφʼ ἡμῖν εἴρηται, μὴ ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) κατʼ ἄλλο λέγεται. κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφʼ ἡμῖν τε καὶ καθʼ ὁρμήν. ἀφορίζοιτο δʼ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δʼ ἐφʼ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον. ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δʼ ἐνδεχόμενον τοῦ ἐφʼ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.

περὶ δὲ τῆς; τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δʼ αἰτίων τὰ μὲν καθʼ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθʼ

αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθʼ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα.[*](sqq. cf. Aristot. p. 1065, 30 sqq.) τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθʼ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντʼ ἢ διώκοντʼ ἢ ἄλλως βαδίζοντʼ ἢ αὐτὸ μόνον ἐπιστραφέντʼ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλʼ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν · τῶν παλαιῶν ἔνιοι. κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ[*](αὐτῇ *: αὐτῆς ) τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτʼ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι· καίτοι γε κατὰ ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δʼ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων,[*](ἄρτι ῥηθέντων W: ἀντιρρηθέντων ) ἀλλʼ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι[*](Φαίδωνι] p. 58 sqq.) γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δʼ
ὧδε· οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο[*](ἐπύθοντο] ἐπύθεσθε Plato) ὃν τρόπον ἐγένετο; ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης; αὐτῆς[*](γενομένης αὐτῆς idem: αὐτῆς γενομένης ) ὕστερον φαίνεται ἀποθανών τί ἦν[*](ἦν] οὖν ἦν Plato) τοῦτο, ὦ Φαίδων; τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν ἐν γὰρ τούτοις τὸ συνέβη οὐκ ἀντὶ τοῦ γέγονεν ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλʼ οὐ Σωκράτους· οἱ δὲ διʼ ἕτερον κατεψηφίσαντʼ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον[*](τοιοῦτον *: τοιοῦτο ) ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης; ταῦθʼ ἱκανὰ ---[*](lacuna 14 fere litt. in V² ) ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπʼ αὐτοῦ παρωνύμως; καὶ τοῦ ἐφʼ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη.[*](ὡς συνυφίστασθαι - ἐλέχθη] οἶς τε συνυφίστασθαι αὐτὴν ἀνάγκη καὶ τοῦ ἐφʼ ἡμῖν προüποκεῖσθαι· τὸ δὲ ἀπʼ αὐτῆς παρωνύμως ἐλέχθη supplet W) τὸ δʼ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ[*](εἰ] καὶ?) γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτʼ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατʼ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρʼ ---[*](lac. 11 fere litt. V² ) ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ ---[*](lac. 24 fere litt. V². utramque ex Aristot. Phys. 2, 6 supplet W hunc in modum: ἔστι δὲ κατʼ ὄνομα ὅπερ αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὖ ἕνεκα ἧν καὶ ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος· τότε γὰρ τὸ ψῦχος μάτην οὐδὲ ὅτε πέφυκε γέγονεν. τὸ δὲ ὅλον cett. Malim ἔστι δὲ κατʼ ὄνομα, ὅταν αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὗ ἕνεκα ἐπεφύκει cetera ut W) τὸ δʼ
ὅλον, ὡς τὸ ἐφʼ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δʼ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου· ἡ δὲ τύχη τοῦ ἐφʼ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλʼ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται. διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων· ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δʼ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον.

καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τʼ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφʼ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμενʼ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δʼ αὐτῶν ἐστι καθʼ εἱμαρμένην. λοιπὸν δʼ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην.

ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα

πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δʼ ἂν εἰκότι[*](εἰκότως Turnebus) ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλʼ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην·[*](ὡς πάντα - - ἔνια δὲ καθʼ εἱμαρμένην] restituit W ita: ὡς πάντα μὲν τὰ καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν· οὐ μὴν καὶ τὰ κατὰ φύσιν πάντα καὶ καθʼ εἱμαρμένην· ἀλλὰ πάντα μὲν κατὰ πρόνοιαν, καὶ ἄλλο γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην) καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην. ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. λέγωμεν γὰρ δή φησὶν ὁ Τίμαιος[*](Τιμαιος] cf. p. 29 d) διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε[*](περὶ οὐδενὸς οὐδέποτε Plato: οὐδέποτε περὶ οὐδενὸς ) ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς
ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι[*](γενέσθαι ἐβουλήθη Plato) παραπλήσια ἑαυτῷ. ταύτην δὴ[*](δὴ] δὲ) ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον[*](φλαῦρον idem) δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν[*](ἦγεν] ἤγαγεν idem) ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε[*](τοῦδε] τούτου idem) πάντως ἄμεινον. θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους[*](ἰσαρίθμους - ἑκάστην] διεὶλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις ἔνειμε θʼ ἑκάστην Plato) τοῖς ἄστροις ἔταξε, ---[*](lac. 12 litt. V² ) διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς· ταῦτα[*](ταῦτα *: ταῦτα δὲ. Repetuntur τὰ - λεγόμενα (lin 13)) τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων[*](λέγων] Tim. p. 42 d) διαθεσμοθετήσας πάντα αὐτοῖς,[*](αὐτοῖς] add. ταῦτα Plato) ἵνα τοῖς[*](τοῖς] τῆς Plato; idem paulo post (F)) ἔπειτα
εἴη κακίας ἑκάστων[*](ἑκάστων] ἑκάστω bis legitur paulo post) ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην[*](εἰς γῆν, τοὺς δʼ εὐς σελήνην Plato), τοὺς δʼ εἰς τἄλλα ὅσα[*](τἄλλα ὅσα idem: τὰ ἄλλα ) ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, ὅσον ἐστὶ[*](ἐστὶ] ἔτι ἦν idem) ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον. ἐν γὰρ τούτοις τὸ μὲν ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος· θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος[*](συνεπισπόμενος?) ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ· ταῦτα δʼ[*](ταῦτα δʼ] malim ὅτι δὲ ταῦτα) ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι[*](Πλάτωνι] add. εἶναι W deleto proximo εἶναι ) φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ἐπεὶ ταῦτα εἴ ποτέ[*](ἐπεὶ ταῦτα εἴ ποτέ Plato de Legg. p. 875 c: ἔπη τοῦ τί ποτε ) τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ[*](αὑτοῦ *: αὐτοῦ ) ἀρξόντων·[*](τῶν ἀρξόντων ἑαυτοῦ Plato) ἐπιστήμης γὰρ οὔτε νόμος[*](νόμος idem: νόμων ) οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ
νοῦν[*](ἐστὶ νοῦν idem: ἐστὶν ) οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων[*](πάντων Plato: πάντα ) ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.

ἐγὼ μὲν οὖν τὰ πρὸς τοῦ Πλάτωνος[*](τὰ τοῦ Πλάτωνος W) ταύτῃ τῇ παροιμίᾳ[*](παροιμίᾳ] τριμερείᾳ? cf. lin. 23) λαμβάνω. τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει· ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται ἡ δʼ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη[*](τῆς - γενομένη Turnebus: τὴν εἱμαρμένην γειναμένη ) κατὰ ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) δὴ ἐμπεριέχεται ὑπʼ αὐτῆς, καθʼ ἃ καὶ τὸ ἐφʼ ἡμῖν καὶ ἡ τύχη εἴρηται. οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας[*](τῆς συνουσίας ἡ Plato Theag. p. 129 e: ἡ τῆς οὐσίας ) ἡ τοῦ δαιμονίου δύναμις ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καὶ τοιοῦτον[*](τοιοῦτον] τοῦτον?) Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην[*](Θεαγην X: θεατήν ) οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν οὐκοῦν ἐν τούτῳ τὸ μὲν συλλαμβάνειν τισὶ τὸ δαιμόνιον κατὰ τὴν τρίτην πρόνοιαν ἀναθετέον,[*](θετέον W: ἀναθετέον ) τὸ δὲ ταχὺ παραχρῆμα ἐπιδιδόναι καθʼ εἱμαρμένην, τὸ δʼ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθʼ εἱμαρμένη τίς ἐστιν. τάχα δʼ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθʼ ἁπλῶς τὰ γιγνόμενα· εἴ γε καὶ ἡ κατʼ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται, καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως

ἀποβαίνουσι συγκαταλέγει. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἂν[*](ἂν *) ἔγωγʼ ἐπὶ πλέον διενεχθείην πρότερον ἐξ ὑποθέσεως λεγόμενα, ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς[*](πρότερον - αὐτῆς] πότερον τὰ ἐξ ὑποθέσεως εἱμαρμένα ἢ μᾶλλον συνειμαρμένα ὡς προκατάρχοντος αὐτῆς W) τῆς εἱμαρμένης εἱμαρμένου.

ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη· ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθʼ εἱμαρμένην πάντα τίθεται. πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται· καὶ τὸ γʼ ἐφʼ ἡμῖν δεύτερον· καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατʼ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθʼ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν[*](ἂν *) εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δέ, ἃ[*](ἃ W: τὰ ) πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν[*](ἅπασιν] πρῶτον (=α´) πᾶσιν Patzigius) ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶν[*](θεῶν W: θεῷ )ὑπάρχουσα· ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν

γιγνόμενα δευτέρα.[*](δεύτερα] δευτέρα Patzigius) τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ[*](βραχὺ] βραχύτατον?) τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη[*](κεφάλαια δηλωθείη W: lac. 7 V² 18 E. κεφάλαια mihi superfluum videtur) ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθʼ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.