De Sera Numinis Vindicta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἐκεῖνο δʼ εἶπεν ὦ Πατροκλέα, πηλίκον αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ[*](ἵππον ἡ R: ἡ ποινὴ ἡ ) παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον[*](μᾶλλον] post γίγνεσθαι transposuit Benselerus) δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη τῷ κολάζεσθαι κακία μάλιστʼ[*](μάλιστʼ W: μόλις ) ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ βραδεῖ ποδί κατʼ Εὐριπίδην[*](Εὐριπίδην] Nauck. p. 676) καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς πονηροῖς ταὐτομάτῳ[*](ταὐτομάτῳ *: τῷ αὐτομάτῳ ) μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ

ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν[*](ὀψε - θεῶν] in proverbium abiit ignoti poetae versus. cf. Sext. Emp. adv. Gramm. 1 p. 279. Leutsch. 2 p, 199) καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας.

ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων πότερον εἶπεν ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτʼ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι; τί γάρ ἔφην ἐγώ δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδʼ ἀποφυγεῖν ἐγκλήματα; πρῶτον οὖν[*](οὖν] μὲν οὖν W) ὥσπερ ἀφʼ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ *: ἀκαδημίᾳ ) φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας, οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας[*](ὑπονοίας M: διανοίας ) κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς[*](οὐδʼ ἐχθὲς *: οὐδὲ χθές ) ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον[*](ῥᾴδιον *: ῥᾴδιον ἢ ) βέβαιον εἰπεῖν ἄλλο, πλὴν ὅτι τὸν καιρὸν εἰδὼς ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους

μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 288) ἐμαρτύρησεν, ἀριστοτέχναν ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὂντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων[*](Πλάτων] Min. p. 319 c sqq. de Legg. p 624 b) υἱὸν ὄντα τοῦ Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδʼ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε[*](πάντοσε W) φαινόμενον, ἀλλʼ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους[*](ἑτέροις Amyotus: ἕτεροι ) μὲν ἀπολείπουσι κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς. ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς
ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων κολάζουσιν;