De Sera Numinis Vindicta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ· διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. ὅθεν οὐδὲ πάντα

  1. τὰ τῶν τεκόντων[*](τὰ τῶν τεκόντων κἑ] Nauck. p. 676 qui versus effecit) σφάλματʼ εἰς τοὺς ἐκγόνους
  2. οἱ θεοὶ τρέπουσιν
ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος[*](ἐκποίητος M: ἐκ ποιότητος ) τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς
πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων[*](ποθʼ ἡρώων *: πονηρῶν ) Φυλεὺς διʼ Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν.[*](ἐπεξῆλθεν R: διεξῆλθεν ) ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς[*](εἶς Stegmannus) ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις.

ἐπεὶ δὲ ταῦτʼ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος οὐκ ἐπαινοῦμέν σʼ εἶπεν ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν οὕτως οὖν ἔφην, ὅτι ὁ Σολεὺς[*](ὁ Σολεὺς M: σολεὺς ὁ ) Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ γενομένου καθʼ[*](καθʼ Turnebus: μεθʼ ) ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος

καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι,[*](φυλάττουσι] i. e. servant, tuentur; contrarium est προϊεσθαι) προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας.[*](συνούσας Cobetus: συνούσας διαφθείρειν ) οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. μάλιστα δʼ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δʼ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετʼ οὐ πολὺν χρόνον αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς; καὶ παρʼ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν[*](διακόσμησιν Iannotius: τῆς διαφορᾶς διακόσμησιν ) εἰς ἦθος τοσαύτην, ὅπερ ἦν
ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων. ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς. ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλʼ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε τῇ· χρόᾳ[*](χρόᾳ *: χροιᾷ ) θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ[*](οἶον ὥσπερ] pleonasmus posterioribus usitatus. vid. Praefat. p. LX) ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος; ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δʼ ὄγκον εὐσταλεῖς, κινουμένας δʼ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπʼ εὐθείας ἄνω, τὰς δʼ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δʼ ἄνω ῥεπούσας μικτήν τινα[*](τινα] fort. τινα φορὰν deleto proximo κίνησιν ) φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δʼ ἢ τρεῖς ἰδὼν γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δʼ οὔτʼ ἤκουον οὔτʼ ἦσαν παρʼ ἑαυταῖς, ἀλλʼ ἔκφρονες
καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθʼ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δʼ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπʼ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει[*](ἐκπετάσει] ἐπεκτάσει Turnebus, sed cf. p. 590 c) δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον. ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν,[*](ἰδεῖν Iannotius) οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν[*](προσαγαγοῦσαν R: προσανάγουσαν ) ἐγγὺς εἰπεῖν χαῖρε, Θεσπέσιε. θαυμάσαντος δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· πρότερόν γε φάναι τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην[*](ἄλλην] ἄλογον W) ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας,[*](ὄντας W: ἐντός ) οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ
τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας. ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς ʽ οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν̓ ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι· καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως[*](οὕτως Duebnerus) οὔτε μικρὸς γέγονεν, ὥστʼ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δʼ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει· τοὺς μὲν γὰρ εὐθὺς ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων· ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι· τοὺς δὲ πάμπαν; ἀνιάτους ἀπωσαμένης τῆς Δίκης, ἡ τρίτη καὶ ἀγριωτάτη τῶν Ἀδραστείας ὑπουργῶν Ἐρινύς, μεταθέουσα πλανωμένους καὶ περιφεύγοντας ἄλλον ἄλλως, οἰκτρῶς τε καὶ χαλεπῶς ἅπαντας ἠφάνισε καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον. τῶν δʼ ἄλλων ἔφη δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς; ἐν τῷ βίῳ[*](ἡ μὲν - βίῳ] ἡ μὲν μετὰ τὴν ἐν τῷ βίῳ ποινὴν W) ταῖς βαρβαρικαῖς ἔοικεν. ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς
τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν· οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδʼ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν[*](αὐτῶν] a πολλαὶ pendet cf. p. 567 b) εἰσιν. ὃς δʼ ἂν ἐκεῖθεν ἀκόλαστος ἐνταῦθα καὶ ἀκάθαρτος ἐξίκηται, τοῦτον ἡ Δίκη διαλαβοῦσα τῇ ψυχῇ καταφανῆ[*](καταφανῆ καὶ W. malim καταφανεῖ ) γυμνόν, εἰς οὐδὲν ἔχοντα καταδῦναι καὶ ἀποκρύψασθαι καὶ περιστεῖλαι τὴν μοχθηρίαν ἀλλὰ πανταχόθεν καὶ ὑπὸ πάντων καὶ πάντα καθορώμενον, ἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν,[*](γονεῦσιν] del. Madvigius) ἄνπερ ὦσιν, ἢ[*](ἢ Duebnerus) προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται πολὺν χρόνον ἐξαιρούμενος ἕκαστον τῶν παθῶν ἀλγηδόσι καὶ πόνοις, οἳ τοσούτῳ μεγέθει καὶ σφοδρότητι τοὺς διὰ σαρκὸς ὑπερβάλλουσιν, ὅσῳ τὸ ὕπαρ ἂν εἴη τοῦ ὀνείρατος ἐναργέστερον. οὐλαὶ δὲ καὶ μώλωπες ἐπὶ τῶν παθῶν ἑκάστου τοῖς μὲν μᾶλλον ἐμμένουσι τοῖς δʼ ἧσσον. ὅρα δʼ εἶπε τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν· τὸ μὲν ὄρφνιον καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δʼ αἱματωπὸν καὶ διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν ἀκρασία τις περὶ ἡδονὰς ἐκτέτριπται μόλις· κακόνοια δʼ ἐνοῦσα[*](δʼ ἐνοῦσα R: δείνουσα ) μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον, ὥσπερ αἱ σηπίαι τὸ
μέλαν, ἀφίησιν. ἐκεῖ μὲν γὰρ ἡ[*](μὲν γὰρ ἡ *: γὰρ ἥ τε ) κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα τὰς χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων ἐκλεανθέντων, παντάπασι τὴν ψυχὴν αὐγοειδῆ καὶ σύγχρουν γενέσθαι.[*](γενέσθαι *: γίνεσθαι ) μέχρι δʼ οὗ ταῦτʼ ἔνεστι, γίγνονταί τινες ὑποτροπαὶ τῶν παθῶν σφυγμοὺς ἔχουσαι καὶ πήδησιν, ἐνίαις μὲν ἀμυδρὰν καὶ ταχὺ κατασβεννυμένην ἐνίαις δὲ νεανικῶς ἐντείνουσαν. ὧν αἱ μὲν πάλιν καὶ πάλιν κολασθεῖσαι τὴν προσήκουσαν ἕξιν καὶ διάθεσιν ἀναλαμβάνουσι, τὰς δʼ αὖθις εἰς σώματα ζῴων ἐξήνεγκε βιαιότης ἀμαθίας καὶ φιληδονίας ἧλος·[*](ἧλος *: εἶδος cf. p. 718 d: ἡδονῆς - ἦλος ) ἡ μὲν γὰρ ἀσθενείᾳ λόγου καὶ διʼ ἀργίαν τοῦ θεωρεῖν ἔρρεψε τῷ πρακτικῷ πρὸς γένεσιν· ἡ δʼ ὀργάνου τῷ ἀκολάστῳ[*](τῷ ἀκολάστῳ R: τοῦ ἀκολαστου ) δεομένη ποθεῖ τὰς ἐπιθυμίας συρράψαι ταῖς ἀπολαύσεσι καὶ συνεπαίρεσθαι[*](συνεπαυρέσθαι Madvigius) διὰ σώματος· ἐνταῦθα γὰρ οὐδὲν ἢ σκιά τις ἀτελὴς καὶ ὄναρ ἡδονῆς πλήρωσιν οὐκ ἐχούσης πάρεστι.

ταῦτα δʼ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἷον ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον· μέχρι οἷον πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης[*](ὀχούσης idem: ἐχούσης ) ἀπελείφθη δυνάμεως· καὶ τὰς ἄλλας; ψυχὰς ἑώρα ταὐτὸ[*](ταὐτὸ idem: τοῦτο ) πασχούσας ἐκεῖ· συστελλόμεναι γὰρ ὥσπερ αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν ʽ ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων̓, εἴσω μὲν

ὀφθῆναι τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον· ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε[*](τε] aut delendum aut transponendum post ὀσμὰς) θαυμασίας καὶ κρᾶσιν, οἵαν ὁ οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε[*](τε] deleverim) καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο· καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων καὶ τερπομένων. ἔλεγε δὲ[*](δὲ] om. codd. mei) ταύτῃ τὸν Διόνυσον ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν[*](ἀναγαγεῖν *: ἀνάγειν ) ὕστερον· καλεῖσθαι δὲ Λήθης τὸν τόπον. ὅθεν οὐδὲ διατρίβειν βουλόμενον εἴα τὸν Θεσπέσιον, ἀλλʼ ἀφεῖλκε[*](ἀφεῖλκε R: ἀφεῖλε ) βίᾳ, διδάσκων ἅμα καὶ λέγων ὡς ἐκτήκεται καὶ ἀνυγραίνεται τὸ φρονοῦν ὑπὸ τῆς ἡδονῆς, τὸ δʼ ἄλογον καὶ σωματοειδὲς ἀρδόμενον καὶ σαρκούμενον[*](ναρκούμενον X) ἐμποιεῖ τοῦ σώματος μνήμην, ἐκ δὲ τῆς μνήμης ἵμερον καὶ πόθον ἕλκοντα πρὸς γένεσιν, ἣν οὕτως ὠνομάσθαι νεῦσιν ἐπὶ γῆν οὖσαν,[*](ἐπὶ γῆν οὖσαν M: ἐπιτείνουσαν ) ὑγρότητι βαρυνομένης τῆς ψυχῆς. ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν ἔδοξεν ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δʼ ὁποῖον ἶρις[*](ἡ ἶρις?) ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δʼ ἄλλαις βαφαῖς κεχρωσμένα πρόσωθεν ἴδιον ἐχούσαις φέγγος· ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος, ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε
πλὴν τῆς λευκότητος. ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας. ἔλεγεν οὖν ὁ τοῦ Θεσπεσίου ψυχοπομπὸς ἄχρι τούτου τὸν Ὀρφέα προελθεῖν,[*](προελθεῖν W: προσελθεῖν ) ὅτε τὴν ψυχὴν τῆς γυναικὸς μετῄει, καὶ μὴ καλῶς διαμνημονεύσαντα λόγον εἰς ἀνθρώπους κίβδηλον ἐξενεγκεῖν, ὡς κοινὸν εἴη μαντεῖον ἐν Δελφοῖς Ἀπόλλωνος καὶ Νυκτός· οὐδενὸς γὰρ Ἀπόλλωνι Νύκτα κοινωνεῖν ἀλλὰ τοῦτο μέν ἔφη νυκτὸς ἐστι καὶ Σελήνης μαντεῖον κοινόν, οὐδαμοῦ τῆς γῆς περαῖνον οὐδʼ ἔχον ἕδραν μίαν, ἀλλὰ πάντῃ πλανητὸν ἐπὶ τοὺς ἀνθρώπους ἐνυπνίοις καὶ εἰδώλοις· ἐκ τούτου γὰρ οἱ ὄνειροι μιγνύμενοι, ὡς ὁρᾷς, τῷ ἀπατηλῷ καὶ ποικίλῳ τὸ ἁπλοῦν καὶ ἀληθὲς παραλαμβάνοντες[*](συμπαραλαμβάνοντες R) διασπείρουσι. τὸ δʼ Ἀπόλλωνος οὐ κατεῖδες[*](κατεῖδες Cobetus: κάτοιδας ) εἶπεν οὐδὲ κατιδεῖν ἔσῃ δυνατός ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ κατατείνει τῷ σώματι προσηρτημένον ἅμα δʼ ἐπειρᾶτο προσάγων ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν. καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλʼ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἔοικε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δʼ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης· ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν
ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν· ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας[*](Διακαιαρχείας R: δικαιαρχείαν ) ὑπὸ πυρὸς φθορὰν[*](φθορὰν idem: φορᾷ ) γενησομένην, καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς
ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει.
μετὰ δὲ ταῦτα πρὸς τὴν θέαν τῶν κολαζομένων ἐτρέποντο. καὶ τὰ μὲν πρῶτα δυσχερεῖς καὶ οἰκτρὰς εἶχον[*](εἶχον] malim εἶδον) ὄψεις μόνον· ἐπεὶ δὲ καὶ[*](ἐπεὶ δὲ κἑ] vid. Praefat. p. LVI) φίλοις καὶ οἰκείοις καὶ συνήθεσιν ὁ Θεσπέσιος οὐκ ἂν προσδοκήσας κολαζομένοις ἐνετύγχανεν, οἳ καὶ δεινὰ παθήματα καὶ τιμωρίας ἀσχήμονας καὶ ἀλγεινὰς ὑπομένοντες ᾠκτίζοντο πρὸς ἐκεῖνον καὶ ἀνεκλαίοντο· τέλος δὲ τὸν πατέρα τὸν ἑαυτοῦ κατεῖδεν ἔκ τινος βαράθρου στιγμάτων καὶ οὐλῶν μεστὸν ἀναδυόμενον, ὀρέγοντα τὰς χεῖρας αὐτῷ καὶ σιωπᾶν οὐκ ἐώμενον, ἀλλʼ ὁμολογεῖν ἀναγκαζόμενον ὑπὸ τῶν ἐφεστώτων ταῖς τιμωρίαις, ὅτι περὶ ξένους τινὰς μιαρὸς γενόμενος χρυσίον ἔχοντας, φαρμάκοις διαφθείρας καὶ ἐκεῖ διαλαθὼν ἅπαντας, ἐνταῦθʼ ἐξελεγχθείς, τὰ μὲν ἤδη πέπονθε τὰ δʼ ἄγεται πεισόμενος ἱκετεύειν μὲν ἢ παραιτεῖσθαι περὶ τοῦ πατρὸς οὐκ ἐτόλμα διʼ ἔκπληξιν καὶ δέος ὑποστρέψαι δὲ καὶ φυγεῖν βουλόμενος οὐκέτι τὸν πρᾶον ἐκεῖνον ἑώρα καὶ οἰκεῖον ξεναγόν, ἀλλʼ ὑφʼ ἑτέρων τινῶν φοβερῶν τὴν ὄψιν εἰς τὸ πρόσθεν ὠθούμενος ὡς ἀνάγκην οὖσαν οὕτω διεξελθεῖν, ἐθεᾶτο
τῶν μὲν γνωρίμως[*](γνωρίμως R: γνωρίμων ) πονηρῶν γενομένων καὶ[*](καὶ R: ἢ ) κολασθέντων αὐτόθι τὴν σκιὰν οὐκέτʼ εἶναι χαλεπῶς οὐδʼ ὁμοίως[*](οὐκέτʼ - ὁμοίως] οὐκέτι λίαν χαλεπῶς οὐδʼ ὠμῶς Madvigius) τριβομένην, ἅτε δὴ[*](ἅτε δὴ] C. F. Hermannus: ἀτελῆ) περὶ τὸ ἄλογον καὶ παθητικὸν ἐπίπονον οὖσαν· ὅσοι δὲ πρόσχημα καὶ δόξαν ἀρετῆς περιβαλόμενοι διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως[*](ἐπίπονον οὖσαν] ἐπιπονήσασαν?) καὶ, ὀδυνηρῶς ἠνάγκαζον ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς· ἐνίους δʼ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας. ἄλλας δʼ ἔφη ψυχὰς ἰδεῖν, ὥσπερ τὰς ἐχίδνας περιπεπλεγμένας σύνδυο καὶ σύντρεις καὶ πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ μνησικακίας καὶ κακοθυμίας ὧν ἔπαθον ἐν τῷ ζῆν ἢ ἔδρασαν. εἶναι δὲ καὶ λίμνας παρʼ ἀλλήλας, τὴν μὲν χρυσοῦ περιζέουσαν[*](περζέουσαν R) τὴν δὲ μολίβδου ψυχροτάτην ἄλλην δὲ τραχεῖαν σιδήρου· καί τινας ἐφεστάναι δαίμονας ὥσπερ οἱ χαλκεῖς ὀργάνοις ἀναλαμβάνοντας καὶ καθιέντας ἐν μέρει τὰς ψυχὰς τῶν διʼ ἀπληστίαν καὶ πλεονεξίαν πονηρῶν. ἐν μὲν γὰρ τῷ χρυσῷ διαπύρους καὶ διαφανεῖς ὑπὸ τοῦ φλέγεσθαι γενομένας ἐνέβαλλον εἰς τὴν τοῦ μολίβδου βάπτοντες· ἐκπαγείσας δʼ αὐτόθι καὶ γενομένας σκληρὰς ὥσπερ αἱ χάλαζαι,
πάλιν εἰς τὴν τοῦ σιδήρου μεθίστασαν ἐνταῦθα δὲ μέλαιναί τε δεινῶς ἐγίγνοντο, καὶ περικλώμεναι διὰ σκληρότητα καὶ συντριβόμεναι τὰ εἴδη μετέβαλλον· εἶθʼ οὕτω πάλιν εἰς τὸν χρυσὸν ἐκομίζοντο, δεινάς, ὡς ἔλεγεν, ἐν ταῖς μεταβολαῖς ἀλγηδόνας ὑπομένουσαι. πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτʼ αὖθις συλλαμβανομένας· αὗται δʼ ἦσαν, ὧν εἴς τινας ἐκγόνους; ἢ παῖδας ἡ ποινὴ περιῆλθεν. ὁπότε γάρ τις ἐκείνων ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα[*](διώκουσα Turnebus: δοκοῦσα ) φεύγειν. καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ. ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον[*](καὶ πρὸς τὴν ἐξ ἀρχῆς δίκην ἀπῆγον W) ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις[*](ἐνίαις R: ἐνίας ) δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς[*](ἀτεχνῶς] add. ἑαυτῶν R) ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον διʼ αὐτάς. ἔσχατα δʼ ὁρῶντος αὐτοῦ τὰς ἐπὶ δευτέραν γένεσιν τρεπομένας ψυχὰς εἴς τε ζῷα παντοδαπὰ καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δʼ[*](τὰ δʼ] τῶν δʼ Turnebus) ἀποστρεφόντων, ἔνια δʼ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι καὶ βίοις· ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν
τά, τʼ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ[*](ἤδη καὶ] καὶ δὴ καὶ W) διαπεπαρμένην ἣλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ[*](ταύτῃ (i.e. τῇ Νέρωνος ψυχῇ) R: ταύτην ) τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι, φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον· ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι[*](δεδωκέναι idem: δέδωκε ) δίκας· ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα. μέχρι μὲν οὖν τούτων εἶναι θεατής· ὡς δʼ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ κακῷ γενέσθαι διὰ φόβον,[*](διὰ φόβον] additamentum putat W) γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ εἶδος καὶ τὸ μέγεθος, δεῦρο δή εἰπεῖν οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς. καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. αὐτὸν δʼ ὥσπερ ὑπὸ[*](ὑπὸ] διὰ R) σύριγγος[*](σύριγγος] σμήριγγος?) ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπʼ[*](ὑπʼ] ἐπʼ R) αὐτοῦ τοῦ μνήματος.