De Sera Numinis Vindicta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ[*](αὑτοῦ X: αὐτῆς ) ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα[*](ἡ ἑνοποιοῦσα Ruhnkenius) καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις[*](Ἐπιχαρμείοις] cf. Lorenz. p. 268 vs 13 sqq.) ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἣκει τήμερον· ἄλλος; γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ,

καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς[*](καὶ πρὸς] πρὸς R) τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον[*](Ἡρακλείτειον] Bywater p. 16) ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς[*](δὶς] δὶς ἂν σʼ?) ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν τὴν φύσιν μεταβάλλουσαν.

εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι[*](ἔστι R: ἔστι τι ) δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν[*](καὶ ἐς δύναμιν R) τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον[*](καταχαλκευόμενον] χαλκοῦν καταχωνευόμενον R) ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον

ὑπὸ Συρακοσίων[*](Συρακοσίων *: συρακουσίων ) ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι[*](ἔνεστι R: ἐστι ), καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλακιῶσι[*](malim μαλκίωσι ), προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον[*](θεραπεῦον R: θεραπεύειν ) τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν[*](μνημονεύειν R: μνημονεύει ), ὅτι καὶ διδάσκαλος παίδων ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε.[*](ἐνέτρεψε idem: ἀνέστρεψε ) καὶ οὕτως οὐ μέρει διὰ μέρους[*](μέλει διὰ μέλους W) ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ
σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν.