De Se Ipsum Citra Invidiam Laudando
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς
ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.[*](Thucyd. 2, 60) οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται[*](γάνυνται *: γάννυνται ) καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν
στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. · ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι,[*](Hom. Δ 405) μεμνημένους τοῦ
οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον[*](Καπετώλιον *: καπιτώλιον ) καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.
- ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο,
[*](idem Δ 370)- τί πτώσσεις; τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;