De Se Ipsum Citra Invidiam Laudando

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

δεύτερον αἱ[*](αἱ] δʼ αἱ?) τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον·

ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρʼ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπʼ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλʼ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους. οἱ δʼ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες. ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι, καὶ μὴ δοκῶμεν Πάτροκλον πρόφασιν[*](Πάτροκλον πρόφασιν] proverbium sumptum ex Hom. T 302) σφᾶς δʼ αὐτοὺς διʼ ἐκείνων ἐπαινεῖν.

ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. τούτοις μὲν οὖν,

ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον· οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον[*](scribendum vid. ἀλλʼ ἅμιλλαν καὶ ζῆλον. cf. p. 796 a) ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις. οἱ δʼ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ διʼ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,ʼ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.