De Se Ipsum Citra Invidiam Laudando

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον[*](cf. Hom. Λ 655 sqq.) παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν.[*](id. H 124 sqq.) ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων

ἄμμες ποτʼ[*](ποτʼ] ποκʼ Cobetus) ἦμες ἄλκιμοι νεανίαι
οἱ δὲ τῶν παίδων
ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες
οἱ δὲ[*](οἱ μὲν - οἱ δὲ - οἱ δὲ] corr. vid. ὁ μὲν - ὁ δὲ - ὁ δὲ) τῶν νεανίσκων
ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο·
καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος.

οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν

ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν ὁ Νέστωρ
  1. ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν[*](Hom. A 260)
  2. ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μʼ οἵ γʼ ἀθέριζον.
οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fr. 664) οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
[*](id. Z 127) καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος τί δʼ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας ἡμεῖς μὲν γʼ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ ὁ Κῦρος[*](Κῦρος] Xen. Cyrop. 7, 1, 17) παρὰ τὰ δεινὰ καὶ τὰς μάχας ἐμεγαληγόρει ἄλλοτε δʼ οὐ μεγαλήγορος ἦν. καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες; ἐμὲ δὲ γʼ αὐτόν εἶπε πρὸς πόσας ἀντιτάττετε; καὶ
τοῦτο δʼ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας·
  1. οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ
  2. [*](Hom. μ 209)
  3. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι[*](κρατερῇφι βίῃφιν Homerus)
  4. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
  5. ἐκφύγομεν.
οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος·