De Se Ipsum Citra Invidiam Laudando

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. ὁ γοῦν Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 675) εἰπών

  1. εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
  2. οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο·
  3. νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
  4. λαβεῖν ἀμισθί,[*](ἀμισθὶ] ἀμοχθεὶ Philodemus) πᾶς τις ἥδεται λέγων
  5. τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει
φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος[*](Πίνδαρος] Olymp. 9, 38) φήσας
  1. καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
  2. μανίαισιν ὑποκρέκει[*](μαίαισιν ὑποκρέκει Pindarus: μανίαις ὑποκρέκειν )
οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ
καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον[*](Τιμόθεον] Bergk. 3 p. 623) ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα
  1. μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ[*](κᾶρυξ ὅτʼ idem: ὅτε κᾶρυξ ) ὅτʼ εἶπεν
  2. νικᾷ Τιμόθεος Μιλήσιος[*](Μιλήσιος idem: ὁ Μιλήσιος )
  3. τὸν Κάμωνος[*](Κάμωνος idem (ex Polluce 4, 66): κάρωνος aut κάρβωνος ) τὸν ἰωνοκάμπταν[*](ἰωνοκάμπταν] φωνοκάμπταν?)
εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν[*](Ξενοφῶν] Comment. 2, 1, 31) εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες.

οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης; περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης, ὡς περὶ ἄλλου[*](ὡς περὶ ἄλλου Emperius: ὥσπερ ἄλλο τι ) λεχθῆναι καὶ περὶ αὑτοῦ

τι τῶν ἀληθινῶν μάλιστα δʼ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ[*](χρηστὰ] χρήσθʼ?) αὑτῷ[*](αὐτῷ Madvigius: τῷ ) μὴ φεισάμενον εἰπεῖν, διαπράξασθαί τι τῶν ὁμοίων. καλὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπʼ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων. καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς · ἀρετῆς ἀπαιτεῖ καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν ἀλλʼ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν πρὸς δʼ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον. εἰ δὲ καὶ διʼ ἑτέρας αἰτίας τινὰς ὁ πολιτικὸς αὑτὸν ἐπαινέσειε, σκεπτέον τίνες εἰσὶν αὗται, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν.

ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς

ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.

αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.[*](Thucyd. 2, 60) οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται[*](γάνυνται *: γάννυνται ) καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν

στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. · ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ
ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι,
[*](Hom. Δ 405) μεμνημένους τοῦ
  1. ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο,
  2. [*](idem Δ 370)
  3. τί πτώσσεις; τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον[*](Καπετώλιον *: καπιτώλιον ) καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ
ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.

οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς· ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν· οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον

πύκτης ὅπως εἰς[*](εἰς] ἐς dem) χεῖρας,
[*](Soph. Trach 442) ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα
τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν.[*](Hom. Π 847)
καὶ Φωκίων τἄλλα πρᾶος ἦν· μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον
καὶ δυσανασχετοῦντα τί λέγεις εἶπεν οὗτος;[*](ὧ οὗτος R. sed cf. p. 568 a. Θούδιππε W) οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος;

ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας· ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων

  1. αἴ κέ ποθι Ζεὺς[*](Hom. A 128)
  2. δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
ὑβρισθεὶς; δὲ παρʼ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν μεγαλαυχίαν τῇ ὀργῇ·
δώδεκα γὰρ[*](γὰρ] δὴ idem I 328) σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων;
καί
  1. οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον[*](id. Π 70)
  2. ἐγγύθι λαμπομένης.
δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, οὐκ ἐφείδετο λέγειν τί, ὦ μακάριοι, κοπιᾶτε, πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες; καὶ ἔτι[*](ἔτι R: ὅτι ) χειμαζόμενοι μὲν ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δʼ εὐδίας τίλλετε παρεξιόντες.

οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων[*](κατωρθωμένων *: κατορθωμένων ) ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας. ὁ

δʼ ἐπʼ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος, ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλʼ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν.

οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφʼ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος, εἶτʼ ἔφη ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρʼ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι; καὶ ὁ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε, τίς δʼ εἶπεν οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος; καὶ τὰ[*](τὰ] τὰ τοῦ?) Δημοσθένους τοιαῦτα τίς δʼ οὐκ ἂν[*](καὶ τίς οὐκ ἂν Demosthenes 18, 101) ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων[*](τῶν ὑπαρχόντων τῇ πόλει καλῶν idem) λόγῳ μόνον αἰσχύνειν[*](καταισχύνειν idem) ἐπεχείρησα; καὶ τί ἂν[*](τί ἂν κἑ] ib. 240) οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότʼ ἐμοῦ[*](τότʼ ἐμοῦ idem: τότεμου (sic)) περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις; καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους.

οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον· οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν· αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενος[*](συνυποδυόμενος *: συναποδυόμενος ) ὃς τοῦ ὑπὲρ αὑτοῦ λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφʼ οἶς κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν διʼ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος φρονοῦντα, διʼ ὑμᾶς γʼ εἶπεν ὦ ἄνδρες Θηβαῖοι, μεθʼ ὧν μόνον ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν.

ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δʼ ἑτέρους οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύμως· εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράττοντας αὐτοῖς[*](αὐτοῖς?) καὶ ὅλως ὁμοιοτρόπους, ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν ἀκροατήν· ἐπιγιγνώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, τὴν ὁμοιότητα τὴν ἀρετῆς τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν. ὡς γὰρ ὁ λοιδορῶν ἕτερον ἐφʼ οἷς αὐτὸς ἔνοχός ἐστιν, λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς

ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστʼ εὐθὺς ἐπιφωνεῖν σὺ γὰρ οὐ τοιοῦτος; Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος,[*](X: ἀνδρόκοπος ) ἑαυτοὺς; εἰς τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων. Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν, ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν δυνάμεως.

ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ παραφυλάττειν τῷ πολιτικῷ προσήκει. τοὺς δʼ ἀναγκασθέντας ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα προσποιεῖν ἑαυτοῖς, ἀλλʼ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δʼ εἰς τὸν θεὸν ἀποτίθεσθαι. διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς

ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν
[*](Hom. X 379) καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν ἀγαθῷ δαίμονι καθιερώσας· ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας καὶ τῶν δημαγωγῶν διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών ταῦτʼ εἶπεν ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν προσανηγόρευσε. μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶσθαι βούλονται τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι, τὸ δʼ οἰκεῖον ἔλλειμμα καὶ παρʼ αὑτοὺς
γενόμενον. οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι διανόημα μηδὲ βούλευμα τῶν εἰσφερομένων.

ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ[*](καὶ τὰ] καὶ Stegmannus) παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων· εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδʼ ἐφʼ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλʼ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γάρ οὐ λίθοις[*](οὐ λίθοις κἑ] Demosth. 18, 299 qui post ὅπλα add. καὶ πόλεις καὶ τόπους καὶ λιμένας καὶ ναῦς ) ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος

ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατʼ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας· τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι διʼ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ διʼ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ[*](αὐτοῦ *: αὐτοῦ ) παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν
οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις;
[*](Hom. π 187) ἀλλʼ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον. ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς[*](τἀληθὲς *: τὸ ἀληθὲς ) ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ[*](κενὰ καὶ ψευδῆ Duebnerus) μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν
ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. οἱ δὲ ῥήτορες καὶ[*](ῥήτορες καὶ *: ῥητορικοὶ ) σοφισταὶ τὸ θείως καὶ τὸ δαιμονίως καὶ τὸ μεγάλως ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ μετρίως καὶ τὸ ἀνθρωπίνως προσαπολλύουσι.

καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδʼ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν· ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς

ʼἀντικρὺ χρόα τε ῥηξει σύν τʼ ὀστέ" ἀράξει.ʼ[*](ὀστέʼ ἀράξει · ὀστέα ῥάξει ) ʼἧ[*](ἧ · ἢ ) οὐχ ἅλις ʽφησίνʼ ʼὅττι μάχης ἐπιδεύομαι;ʼ ʼ[*](ib. 670)[*](Hom. Ψ 673) ἀλλʼ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθʼ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς
  1. αὐτὰρ ἐμὸν κῆρ
  2. [*](id. μ 192)
  3. ἤθελʼ ἀκουέμεναι, λῦσαι δʼ ἐκέλευον ἑταίρους
  4. ὀφρύσι νευστάζων.
καὶ πάλιν
  1. ἀλλʼ ἐγὼ οὐ πιθόμην ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
  2. [*](ib. ι 228)
  3. ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδʼ ἀγεννεῖς · ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας[*](ἀπορίας W: ἀπειρίας ) καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται · καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ τοιοῦτόν ἐστιν ἔφη τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δʼ ἐκεῖνα ποιοῦμεν[*](ἡμεῖς πάλαι ταῦτα ἐποιοῦμεν, νῦν δʼ ἐκεῖνα ἔχομεν Cobetus) ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας.

καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δʼ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ

  1. πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
  2. [*](Nauck. p. 616)
  3. ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
  4. ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης.
καὶ τὸ
  1. ὀκνῶν[*](ὀκνῶν Cobetus: ὀκνῶ ) δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν,
  2. [*](id. p. 617)
  3. καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν
οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.

ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον[*](cf. Hom. Λ 655 sqq.) παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν.[*](id. H 124 sqq.) ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων

ἄμμες ποτʼ[*](ποτʼ] ποκʼ Cobetus) ἦμες ἄλκιμοι νεανίαι
οἱ δὲ τῶν παίδων
ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες
οἱ δὲ[*](οἱ μὲν - οἱ δὲ - οἱ δὲ] corr. vid. ὁ μὲν - ὁ δὲ - ὁ δὲ) τῶν νεανίσκων
ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο·
καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος.

οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν

ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν ὁ Νέστωρ
  1. ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν[*](Hom. A 260)
  2. ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μʼ οἵ γʼ ἀθέριζον.
οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fr. 664) οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
[*](id. Z 127) καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος τί δʼ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας ἡμεῖς μὲν γʼ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ ὁ Κῦρος[*](Κῦρος] Xen. Cyrop. 7, 1, 17) παρὰ τὰ δεινὰ καὶ τὰς μάχας ἐμεγαληγόρει ἄλλοτε δʼ οὐ μεγαλήγορος ἦν. καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες; ἐμὲ δὲ γʼ αὐτόν εἶπε πρὸς πόσας ἀντιτάττετε; καὶ
τοῦτο δʼ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας·
  1. οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ
  2. [*](Hom. μ 209)
  3. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι[*](κρατερῇφι βίῃφιν Homerus)
  4. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
  5. ἐκφύγομεν.
οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος·

ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον· οὐ μὴν ἀλλʼ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δʼ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω, τὴν διαφορὰν ἐνδεικνύμενον. ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία, καὶ τῷ καθʼ ἡδονὰς αὐτῆς καὶ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν οὕτως εὐτυχὴς οὐδʼ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε. διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις,

ἀλλὰ τοῖς τῶν πραγμάτων, ἂν ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται. μάλιστα δʼ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις· οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι, τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν. ἄμεινον δʼ ἂν οἶμαι[*](δʼ ἂν οἶμαι *: δʼ οἶμαι ἂν ) πρὸς τοῦτον αὐτὸν εἴποι[*](εἴποι Duebnerus: εἴπῃ ) φιλόσοφος ἀνήρ ἀλλʼ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν. ἐπαινῶν γὰρ ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν. οὕτω καὶ ὁ Ζήνων πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν ὁ κείνου[*](ʼκ̓είνου p. 78 e: ἐκείνου ) χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος. καὶ ὁ Φωκίων, ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος, ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν, οὐδέν εἶπεν ἀλλʼ ἢ ὑμᾶς, ἐμοῦ στρατηγοῦντος, ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας. πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τὸ[*](cf. p. 330 f.)
  1. ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα ἠδὲ μετʼ ἔρωτος
  2. τέρφθην·
ἀντέγραψε τὸ
  1. ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
  2. σέμνʼ ἐδάην.
καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν. διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα.

λείπεται ὁ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν. μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα, καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφύεται πολλάκις ἐπιτιθεμένη. καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γιγνόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περιαυτολογία καιροὺς; καὶ τόπους[*](τόπους R: λόγους ) ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται. καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν οὕτως ὁ τῶν πλησίον ἔπαινος ἐκκάει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν ἀκρατῶς ἔχοντας.

δεύτερον αἱ[*](αἱ] δʼ αἱ?) τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον·

ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρʼ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπʼ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλʼ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους. οἱ δʼ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες. ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι, καὶ μὴ δοκῶμεν Πάτροκλον πρόφασιν[*](Πάτροκλον πρόφασιν] proverbium sumptum ex Hom. T 302) σφᾶς δʼ αὐτοὺς διʼ ἐκείνων ἐπαινεῖν.

ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. τούτοις μὲν οὖν,

ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον· οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον[*](scribendum vid. ἀλλʼ ἅμιλλαν καὶ ζῆλον. cf. p. 796 a) ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις. οἱ δʼ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ διʼ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,ʼ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.