De Garrulitate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ
σιγᾶν θʼ ὅπου[*](ὅπου Stobaeus 89, 9: ὅποι ) δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές.[*](Nauck. p. 486) οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, τί δέδοικας; εἶπε μὴ μόνος οὐκ ἀκούσῃς τῆς σάλπιγγος; οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον[*](τοιοῦτον *: τοιοῦτο ) ἐπερωτώμενος ἐπὶ στρατείας εἰ φησὶν ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον,[*](τἀπόρρητον * hic et infra: τὸ ἀπόρρητον ) ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν[*](τὸ p. 202 a) φίλων ἔφρασεν, ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι.
τίς δʼ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δʼ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ φίλος οὗτος
ἐμοί. τούτῳ δʼ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθʼ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλʼ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δʼ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. ἔπεα[*](Hom. B 7. Φ 73. passim) γάρ πτερόεντα φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν[*](οὔτε γὰρ πτηνὸν κἑ] cf. Nauck. p. 691) ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεταιλαιψηρὰ κυκλώσας πτερά[*](cf. p. 750 b) διʼ ἄλλων[*](διʼ ἄλλων] διʼ ἄμενων codex D, unde fort. διʼ ἀνέμων corrigendum) ἐπʼ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δʼ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδʼ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον.
- μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
[*](Nauck. p. 486)- πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρʼ εἰπὼν ἕνα,
- πύθοιντʼ ἂν ἀστοὶ πάντες.
ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα
βουλὴν ἐβουλεύετο καθʼ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον· ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν νικᾷς, ὦ γύναι εἶπεν ἀλλʼ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον· προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν· ἀλλὰ σιώπα ταῦτʼ εἰπὼν ᾤχετʼ εἰς τὴν ἀγοράν· ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν οἴμοι λέγουσα τἀνδρὸς[*](τἀνδρὸς *: τοῦ ἀνδρὸς ) καὶ τῆς πατρίδος· τί πεισόμεθα; βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν τί γὰρ γέγονεν; ὡς δʼ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα, οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστʼ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. οὕτω δʼ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων ἀρτίως εἶπεν οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις; ἀρτίως ἔφη ἐκεῖνος. οὐκοῦν οὐδὲν ἀκήκοας; γέγονε γάρ τι καινόν; ἀλλὰ[*](καινόν; ἀλλὰ R: καινὸν ἄλλο ) κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες. κἀκεῖνος γελάσας φεῦ[*](φεῦ Cobetus: εὖ ) τοῦ τάχους εἶπεν ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδʼ εἰσῆλθεν, ἀπώλεσάς μʼ εἶπεν ὦ γύναι· τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν. τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης οὐ· γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας; ποίων ἔφη τριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος. οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετʼ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλʼ ὕδωρ ἐγχέας, ἐπείρασε[*](ἐπείρασε] ἐφώρασε Stegmannus) τὴν γυναῖκα. Φούλβιος[*](Φούλβιος] Φάβιος M) δʼ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δʼ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος,[*](ἐν φυγῇ ὄντος] verba unam notionem efficiunt) ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦτʼ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτʼ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλʼ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν. · ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος χαῖρε, Καῖσαρ ὑγίαινʼ εἶπε Φούλβιε. κἀκεῖνος νοήσας ᾤχετʼ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος ἔγνωκεν ἔφη Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν· ἡ δὲ γυνὴ δικαίως εἶπεν ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδʼ ἐφυλάξω τὴν ἀκρασίαν· ἀλλʼ ἔασον ἐμὲ προτέραν καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.[*](τἀνδρός *: τοῦ ἀνδρός )