De Garrulitate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
εἰ τοίνυν ἔροιτό τις
τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ[*](Kock. 3 p. 544) οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης[*](Εὐθυκράτης] Λασθένης Demosth. 19, 265. cf. p. 97 d) μὲν οὖν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις[*](idem ib. 229) ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον
οὐ φιλάνθρωπος σὺ γʼ[*](σύ γ] τύ γʼVit. Publ. c. 15) ἐσσʼ·[*](ἐσσʼ Iannotius: ἐσσι ) ἔχεις νόσον, χαίρεις[*](Mullach. 1 p. 144. Lorenz. p 263) διδούςἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.
ταῦτα δʼ οὐ κατηγορίαν ἡγητέον ἀλλʼ ἰατρείαν τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δʼ ἡ κρίσις ἐστίν.
οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει. δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπʼ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπʼ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός.δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρʼ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ φερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται. καὶ γὰρ Πλάτων[*](Πλάτων] Protag. p. 342 e) τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους. καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες ἐκ[*](ἐκ] del. W) τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν· κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθήρωσιν,[*](ἀποκαθήρωσιν *: ἀποκαθάρωσιν ) οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει
φλοιόν, ἀλλʼ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διωκόμενος στομοῦται· τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετʼ εὐστροφίας ὀξὺ πρὸς τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ Λακεδαιμόνιοι Φιλίππῳ Διονύσιος ἐν Κορίνθῳ καὶ πάλιν γράψαντος αὐτοῖς τοῦ Φιλίππου ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀναστάτους ὑμᾶς ποιήσω, ἀντέγραψαν αἴκα. Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν οὐ καταπλαγεὶς ὁ πρεσβευτής ἕνʼ εἶπε ποτὶ ἕνα θαυμάζονται δὲ καὶ τῶν παλαιῶν οἱ βραχυλόγοι. καὶ τῷ ἱερῷ τοῦ Πυθίου Ἀπόλλωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδάρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν καὶ τὸ ἐγγύα πάρα δʼ ἄτα, θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν περιεχούσης. αὐτὸς δʼ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν; οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τινʼ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν ἐπιδειξάμενος αὐτοῖς, ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτʼ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατεάξαι συνδεδεμένην καὶ ἀθρόαν ὡς δʼ ἀπεῖπον, αὐτὸς ἓν καθʼ ἓν ἕλκων πάντα ῥᾳδίως διέκλασε· τὴν συμφωνίαν αὐτῶν καὶ τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον.