De Garrulitate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

εἰ τοίνυν ἔροιτό τις

τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ
[*](Kock. 3 p. 544) οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης[*](Εὐθυκράτης] Λασθένης Demosth. 19, 265. cf. p. 97 d) μὲν οὖν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις[*](idem ib. 229) ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον
οὐ φιλάνθρωπος σὺ γʼ[*](σύ γ] τύ γʼVit. Publ. c. 15) ἐσσʼ·[*](ἐσσʼ Iannotius: ἐσσι ) ἔχεις νόσον, χαίρεις[*](Mullach. 1 p. 144. Lorenz. p 263) διδούς
ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.

ταῦτα δʼ οὐ κατηγορίαν ἡγητέον ἀλλʼ ἰατρείαν τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δʼ ἡ κρίσις ἐστίν.

οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει. δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπʼ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπʼ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός.