De Garrulitate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δʼ ἀδόλεσχοι οὐδενὸς ἁκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτʼ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δʼ ὦτʼ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 649) καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν

  1. οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι,
  2. σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους
δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον[*](ἀδόλεσχον Stegmannus: ἀδόλεσχον μᾶλλον δὲ περὶ τοῦ ἀδολέσχου )
  1. οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι,
  2. σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους·
μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις
ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δʼ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ
κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.
[*](Nauck. p 907) μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλʼ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δʼ ἀδολέσχων διαρρέουσιν εἶθʼ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν.

εἰ δʼ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον

ὦ παῖ, σιώπα πόλλʼ ἔχει σιγὴ καλά
[*](id. p. 147) δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδʼ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δʼ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα,[*](προσφοιτῶντας R) ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δʼ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα
  1. πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν
  2. βορέου[*](βορέου] βορέα Bergkius) πνέοντος
  3. [*](Bergk. 3 p. 721)
ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν[*](συγκλιτῶν Huttenus: συγκλίτων ) μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλʼ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου,[*](τοῦ γενείου] ἀπτόμενος τοῦ γενείου Stegmanus) τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί
πόδες δὴ κεῖθι τιμιώτατοι[*](Bergk. 2 p. 425)
κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπʼ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος οὐ θαυμαστόν, Ἀριστότελες; οὐ τοῦτο φησί θαυμαστόν, ἀλλʼ εἴ τις πόδας ἔχων σὲ ὑπομένει ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι κατηδολέσχηκά σου, φιλόσοφε· μὰ Δίʼ εἶπεν οὐ γὰρ προσεῖχον καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δʼ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δʼ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι.