An vitiositas ad infelicitatem sufficia

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

--- ὑπομένει[*](lac. ante ὑπομένει signavit Amyotus)

πεπραμένον τὸ σῶμα[*](πεπραμένον τὸ σῶμα Nauck. p. 606: τὸ σῶμα πεπραμένον ) τῆς φερνῆς ἔχων
ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα[*](προσθεῖσα] προστίθησι W) Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος[*](Σικυώνιος] Hom Ψ 297) ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον,
  1. ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
  2. ἀλλʼ αὐτοῦ[*](ἀλλʼ αὐτοῦ Homerus: ἀλλὰ ) τέρποιτο μένων
εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν ἄλυποι[*](ἄλυποι] ex praegresso ἄλυπον ortum; quid lateat incertum. αὐλικοὶ Amyotus) καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι.
  1. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο,
  2. [*](Hom. B 700)
  3. καὶ δόμος ἡμιτελής·
σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν[*](ἔν τισιν] ἔντευξιν W) ἐλπίσιν[*](ἐλπίσιν R: ἐλπίζων ) καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.

παντοίως;[*](παντοίως W: πάντως ) ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ[*](ἄλλοι δὲ] ἀλλʼ οἵ γε W) τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ[*](ἀλόγου ψυχῆς] insiticia mihi videntur) ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον[*](πόνον R: τόνον ) ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι. οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα.

αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους[*](λόγους] λογισμοὺς Herwerdenus) καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ ἐλάττονος δαπάνης ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. τύχη, πενίαν ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις[*](ἐν τοῖς προβάτοις i. e. in balneis privatis Usenerus) καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου

Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε τίς ὠνήσασθαι βούλεται κύριον;[*](κύριον ego addidi quod exciderit propter κύλικα ) κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ εὐκόλως ἐξέπιεν; ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν,[*](προύλαβεν?) ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας[*](πυρὰν νήσας X: τυραννήσας ) τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ λοιπαί. τῶν δʼ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος[*](ἐκτριψάμενος?) τὸ θνητόν. ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι καὶ δόξης. ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς
ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.

τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους [*](ἀτρίπτους W: ἀθρέπτους ) καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ὑπὸ[*](ὑπὸ*) κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ καθάπερ ὁ παρθικὸς ὀπὸς[*](παρθικὸς ὀπὸς Dusoulius: πάροικος ) τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις[*](τετρωμένοις R: τετρωμένος ) ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός,[*](ἐντὸς σαρκὸς] glossa vid. ad ἐν ἑαυτῷ) ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ.

ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι

καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει[*](ἐπείγει *: ἐπεί τι ) συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ ποιεῖ[*](ποιεῖ] πτοεῖ X) πλουτοῦντας, εὐφοροῦντας,[*](εὐφοροῦντας] corruptum) κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς.[*](ὀφθαλμοῖς] φθόνοις)