De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ κατὰ τὸν Σοφοκλέα[*](Σοφοκλέα] Nauck. p. 311)

τὰ πλεῖστα φωρῶν[*](φωρῶν] δʼ ἐφορῶν aut αἴσχρʼ ἐφευρήσεις F. G. Schmidtius) αἰσχρὰ φωράσεις βροτῶν.
οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ συμπότης οὐδʼ ὁ συνέφηβος οὐδʼ ὁ ξένος;
αἰδοῦς ἀχαλκεύτοισιν[*](ἀχακλεύτοισιν ἔζευκται] recte habere monuit idem) ἔζευκται πέδαις,ʼ
[*](Nauck. p. 549) ἀλλʼ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ καὶ
ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα[*](πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα] insiticia videntur W)
τοὔνεκά σʼ[*](τοὔνεκά σʼ] τῷ σε καὶ οὐHomerus) οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα
[*](Hom. ν 331) καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων. τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δʼ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδʼ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδʼ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν; ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, · πολλοὶ δὲ καὶ λύγκας[*](λύγκας *: λύγγας ) αἰλούρους πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν ἐν[*](ἐν] ἐν μὲν?) τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες
, ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες.