De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

ἐπιμέλεια δὲ καλὴ μὲν αὐτῶν τῶν ἀδελφῶν, ἔτι δὲ καλλίων πενθεροῖς καὶ γαμβροῖς τοῖς ἐκείνων εὔνουν ἀεὶ παρέχειν εἰς ἅπαντα καὶ πρόθυμον ἑαυτόν, οἰκέτας τε φιλοδεσπότους ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι, καὶ χάριν ἔχειν ἰατροῖς θεραπεύσασιν αὐτοὺς καὶ φίλοις πιστοῖς προθύμως καὶ χρησίμως συνδιενεγκοῦσιν ἀποδημίαν ἢ στρατείαν γυναῖκα δʼ ἀδελφοῦ γαμετὴν ὡς ἁπάντων ἱερῶν ἁγιώτατον

προσορῶντα καὶ σεβόμενον, τιμᾶν διὰ[*](διὰ] om. mei codd.) τὸν ἄνδρα καὶ εὐφημεῖν,[*](τιμῶντα τὸν ἄνδρα κατευφημεῖν Madvigius) ἀμελουμένῃ δὲ συναγανακτεῖν χαλεπαίνουσαν δὲ πραΰνειν ἂν δʼ ἁμάρτῃ τι τῶν μετρίων, συνδιαλλάττειν καὶ συμπαρακαλεῖν τὸν ἄνδρα· κἂν αὐτῷ τις ἰδίᾳ γένηται διαφορὰ πρὸς τὸν ἀδελφόν, αἰτιᾶσθαι παρʼ ἐκείνῃ καὶ διαλύεσθαι τὴν μέμψιν. ἀγαμίαν δʼ ἀδελφοῦ καὶ ἀπαιδίαν μάλιστα δυσχεραίνειν, καὶ παρακαλοῦντα καὶ λοιδοροῦντα συνελαύνειν πανταχόθεν εἰς γάμον καὶ συνειργνύναι νομίμοις κηδεύμασι· κτησαμένου δὲ παῖδας, ἐμφανέστερον χρῆσθαι τῇ τε πρὸς αὐτὸν εὐνοίᾳ καὶ τῇ πρὸς τὴν γυναῖκα τιμῇ. τοῖς δὲ παισὶν εὔνουν μὲν ὥσπερ ἰδίοις ἤπιον δὲ μᾶλλον εἶναι καὶ μειλίχιον, ὅπως ἁμαρτάνοντες οἷα νέοι μὴ δραπετεύωσι μηδὲ καταδύωνται διὰ φόβον πατρὸς ἢ μητρὸς εἰς ὁμιλίας φαύλας καὶ ὀλιγώρους, ἀλλʼ ἀποστροφὴν καὶ καταφυγὴν ἅμα νουθετοῦσαν εὐνοίᾳ καὶ παραιτουμένην ἔχωσιν. οὕτω καὶ Πλάτων ἀδελφιδοῦν ὄντα Σπεύσιππον ἐκ πολλῆς ἀνέσεως καὶ ἀκολασίας ἐπέστρεψεν, οὐδὲν οὔτʼ εἰπὼν ἀνιαρὸν οὔτε ποιήσας πρὸς αὐτόν, ἀλλὰ φεύγοντι, τοὺς γονεῖς ἐλέγχοντας αὐτὸν ἀεὶ καὶ λοιδοροῦντας ἐνδιδοὺς ἑαυτὸν εὐμενῆ καὶ ἀμήνιτον, αἰδῶ τε πολλὴν ἐνειργάσατο καὶ ζῆλον ἑαυτοῦ καὶ φιλοσοφίας. καίτοι πολλοὶ τῶν φίλων ἐνεκάλουν ὡς μὴ νουθετοῦντι τὸ · μειράκιον· ὁ δὲ καὶ πάνυ νουθετεῖν ἔλεγε, τῷ βίῳ καὶ τῇ διαίτῃ τῆς πρὸς τὰ αἰσχρὰ τῶν καλῶν διαφορᾶς παρέχων
κατανόησιν. Ἀλεύαν δὲ τὸν Θεσσαλὸν ὁ μὲν πατὴρ ἀγέρωχον ὄντα καὶ ὑβριστὴν ἐκόλουε καὶ χαλεπὸς ἦν, ὁ δὲ θεῖος ἀνελάμβανε καὶ προσήγετο· πεμπόντων δὲ τῶν Θεσσαλῶν φρυκτοὺς περὶ βασιλέως πρὸς τὸν θεὸν εἰς Δελφούς, ἐνέβαλε κρύφα τοῦ πατρὸς ὁ θεῖος ὑπὲρ τοῦ Ἀλεύα· καὶ τῆς Πυθίας τοῦτον ἀνελούσης, ὅ τε πατὴρ ἀπέφησεν ἐμβεβληκέναι τὸν φρυκτὸν ὑπὲρ αὐτοῦ, καὶ πᾶσιν ἐδόκει πλάνη τις ἐν ταῖς καταγραφαῖς τῶν ὀνομάτων γεγονέναι. διὸ καὶ πέμψαντες αὖθις ἐπανήροντο τὸν θεόν· ἡ δὲ Πυθία καθάπερ ἐκβεβαιουμένη τὴν προτέραν ἀναγόρευσιν εἶπε
τὸν πυρρόν[*](τὸν Πυρρόν] corrigendum vid. τὸν Πύρρου. cf. Harpocrat. s. v. τετραρχία) τοί φημι, τὸν Ἀρχεδίκη τέκε παῖδα.
καὶ τοῦτον τὸν τρόπον ὁ Ἀλεύας ὑπὸ τοῦ θεοῦ βασιλεὺς διὰ τὸν τοῦ πατρὸς ἀδελφὸν ἀποδειχθεὶς, αὐτός τε πολὺ πάντων ἐπρώτευσε τῶν πρὸ αὐτοῦ[*](αὐτοῦ *: αὐτοῦ ) καὶ τὸ ἔθνος εἰς δόξαν προήγαγε μεγάλην καὶ δύναμιν. ἀλλὰ μὴν εὐπραξίαις τε καὶ τιμαῖς καὶ ἀρχαῖς παίδων ἀδελφοῦ χαίροντα καὶ σεμνυνόμενον αὔξειν προσήκει καὶ συνεξορμᾶν πρὸς τὰ καλὰ καὶ κατορθοῦντας ἀφειδῶς ἐπαινεῖν· αὑτοῦ γὰρ υἱὸν ἐπαχθὲς ἴσως ἐγκωμιάζειν, ἀδελφοῦ δὲ σεμνὸν καὶ οὐ φίλαυτον ἀλλὰ φιλόκαλον καὶ θεῖον ὡς ἀληθῶς. δοκεῖ γάρ μοι καὶ τοὔνομα καλῶς ὑφηγεῖσθαι πρὸς εὔνοιαν ἀδελφιδῶν[*](ἀδελφιδῶν Anonymus: ἀδελφῶν ) καὶ ἀγάπησιν. δεῖ δὲ καὶ τὰ τῶν κρειττόνων ζηλοῦν· Ἡρακλῆς τε γὰρ δυεῖν δέοντας
ἑβδομήκοντα γεννήσας παῖδας, οὐδενὸς ἧττον αὐτῶν τὸν ἀδελφιδοῦν ἠγάπησεν ἀλλὰ καὶ νῦν πολλαχοῦ σύμβωμός ἐστιν Ἰόλαος αὐτῷ, καὶ συγκατεύχονται παραστάτην Ἡρακλέους ὀνομάζοντες. Ἰφικλέους δὲ τοῦ ἀδελφοῦ πεσόντος ἐν τῇ περὶ Λακεδαίμονα μάχῃ, περίλυπος γενόμενος πᾶσαν ἐξέλιπε Πελοπόννησον. ἡ δὲ[*](ἡ δὲ] ἥ τε?) Λευκοθέα τῆς ἀδελφῆς ἀποθανούσης ἔθρεψε τὸ βρέφος καὶ συνεξεθείασεν· ὅθεν αἱ Ῥωμαίων γυναῖκες ἐν ταῖς τῆς Λευκοθέας ἑορταῖς, ἣν Ματοῦταν ὀνομάζουσιν, οὐ τοὺς ἑαυτῶν παῖδας ἀλλὰ τοὺς τῶν ἀδελφῶν ἐναγκαλίζονται καὶ τιμῶσιν.